호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"φέρεται τὰ ὄντα ἐν τῷ μὴ ὄντι: "· "πολὺ γὰρ κενὸν ἐνδιέσπαρται καὶ μέμικται ταῖς τοῦ ἀέρος ἀτόμοις: "ὅταν μὲν οὖν διακεχυμένος καὶ πλάτος ἔχων καὶ περιδρομὴν ὑπὸ μανότητος, μικρὰ καὶ λεπτὰ τὰ μεταξὺ τῶν μορίων κενὰ λείπεται καὶ πολλὴν αἱ ἄτομοι κατεσπαρμέναι χώραν ἐπέχουσιν: "ὅταν δὲ συσταλῇ καὶ πίλησις εἰς ὀλίγον αὐτῶν γένηται καὶ συμπέσωσιν ἀποβιασθεῖσαι πρὸς ἀλλήλας, πολλὴν εὐρυχωρίαν ἔξω καὶ διαστάσεις μεγάλας ποιοῦσι: "τοῦτο δὲ γίγνεται νυκτὸς ὑπὸ ψυχρότητος: "ἡ γὰρ θερμότης χαλᾷ καὶ διίστησι καὶ λύει τὰς πυκνώσεις: "διὸ πλείονα τόπον τὰ ζέοντα καὶ μαλασσόμενα καὶ τηκόμενα τῶν σωμάτων ἐπιλαμβάνει: "καὶ τοὐναντίον αὖ πάλιν τὰ πηγνύμενα καὶ ψυχόμενα συγχωρεῖ πρὸς ἄλληλα καὶ συνάγεται καὶ ἀπολείπει κενότητας ἐν τοῖς περιέχουσιν ἀγγείοις καὶ τόπους, ἐξ ὧν ὑποκεχώρηκεν. "ἡ δὲ φωνὴ προσφερομένη καὶ προστυγχάνουσα σώμασι πολλοῖς καὶ ἀθρόοις ἢ τυφλοῦται παντάπασιν, ἢ διασπάσματα λαμβάνει μεγάλα καὶ πολλὰς ἀντικρούσεις καὶ διατριβάς: "ἐν δὲ κενῷ καὶ σωμάτων ἐρήμῳ διαστήματι λεῖον δρόμον ἔχουσα καὶ συνεχῆ καὶ ἄπταιστον ἐξικνεῖται πρὸς τὴν ἀκοήν, ὑπὸ τάχους ἅμα τῷ λόγῳ διασῴζουσα τὴν σαφήνειαν. "ὁρᾷς γὰρ ὅτι καὶ τῶν ἀγγείων τὰ κενὰ πληττόμενα, μᾶλλον ὑπακούει ταῖς πληγαῖς καὶ τὸν ἦχον ἀποτείνει μακράν, πολλάκις δὲ καὶ κύκλῳ περιφερόμενον διαδίδωσι πολύ: "τὸ δ ἐμπλησθὲν ἢ στερεοῦ σώματος ἤ τινος ὑγροῦ παντάπασι γίγνεται κωφὸν καὶ ἄναυδον, ὁδὸν οὐκ ἐχούσης οὐδὲ χώραν ᾗ δίεισι τῆς φωνῆς. αὐτῶν δὲ τῶν σωμάτων χρυσὸς μὲν καὶ λίθος ὑπὸ πληρότητος ἰσχνόφωνα καὶ δυσηχῆ καὶ ταχὺ κατασβέννυσι τοὺς φθόγγους ἐν αὑτοῖς εὔφωνος δὲ καὶ λάλος ὁ χαλκός, ᾗ πολύκενος καὶ ὄγκον ἐλαφρὸς καὶ λεπτός, οὐ πολλοῖς συντεθλιμμένος ἐπαλλήλοις σώμασιν, ἀλλ ἄφθονον ἔχων τὸ τῆς ἐπιεικοῦς καὶ ἀναφοῦς μεμιγμένον οὐσίας, ἣ ταῖς τ ἄλλαις κινήσεσιν εὐπορίαν δίδωσι τήν τε φωνὴν εὐμενῶς ὑπολαμβάνουσα παραπέμπει· "μέχρι ἂν ἁψάμενός τις ὥσπερ ἐν ὁδῷ καταλάβῃ καὶ τυφλώσῃ τὸ κενόν: "ἐνταῦθα δ ἔστη καὶ ἀπεπαύσατο τοῦ πρόσω χωρεῖν διὰ τὴν ἀντίφραξιν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기