호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ οὐδὲν οἰόμαι δεινόν, εἰ μὴ πλησιάζων ὁ θεὸσ ὥσπερ ἄνθρωποσ, ἀλλ’ ἑτέραισ τισὶν ἁφαῖσ δι’ ἑτέρων καὶ ψαύσεσι τρέπει καὶ ὑποπίμπλησι θειοτέρασ γονῆσ τὸ θνητόν. "ἀλλ’ Αἰγύπτιοι τὸν τ’ Ἆπιν οὕτω λοχεύεσθαί φασιν ἐπαφῇ τῆσ σελήνησ· "καὶ ὅλωσ ἄρρενι θεῷ πρὸσ γυναῖκα θνητὴν ἀπολείπουσιν ὁμιλίαν ἀνάπαλιν δ’ οὐκ ἂν οἰόνται θνητὸν ἄνδρα θηλείᾳ θεῷ τόκου καὶ κυήσεωσ ἀρχὴν παρασχεῖν διὰ τὸ τὰσ οὐσίασ τῶν θεῶν ἐν ἀέρι καὶ πνεύμασι καί τισι θερμότησι καὶ ὑγρότησι τίθεσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기