- 텍스트

Plutarch, Quaestiones Convivales, book 7, ὅτι δεῖ μάλιστα τὰς διὰ κακομουσίας ἡδονὰς φυλάττεσθαι, καὶ πῶς φυλακτέον.?

(플루타르코스, Quaestiones Convivales, book 7, ὅτι δεῖ μάλιστα τὰς διὰ κακομουσίας ἡδονὰς φυλάττεσθαι, καὶ πῶς φυλακτέον.)

ἐν Πυθίοις Καλλίστρατος, τῶν Ἀμφικτυόνων ὢν ἐπιμελητής, αὐλῳδόν τινα πολίτην καὶ φίλον ὑστερήσαντα τῆς ἀπογραφῆς τοῦ μὲν ἀγῶνος εἶρξε κατὰ τὸν νόμον: εἰς τὸ συμπόσιον ἐσθῆτι καὶ στεφάνοις, ὥσπερ ἐν ἀγῶνι, μετὰ τοῦ χοροῦ κεκοσμημένον ἐκπρεπῶς.

καὶ νὴ Δία κομψὸν ἦν ἀκρόαμα τὸ πρῶτον: καὶ κροτεῖν, ἀλλὰ τελευτῶντες ἀνεπήδων οἱ πολλοί, καὶ συνεκινοῦντο κινήσεις ἀνελευθέρους, πρεπούσας δὲ τοῖς κρούμασιν ἐκείνοις καὶ τοῖς μέλεσιν.

ἐπεὶ δ ἐπαύσαντο καὶ κατάστασιν αὖθις ὥσπερ ἐκ μανίας ὁ πότος ἐλάμβανεν, ἐβούλετο μὲν ὁ Λαμπρίας εἰπεῖν τι καὶ παρρησιάσασθαι πρὸς τοὺς νέους ὀρρωδοῦντι δ ὅμως αὐτῷ μὴ λίαν ἀηδὴς γένηται καὶ λυπηρός, οὔτως ὁ Καλλίστρατος ὥσπερ ἐνδόσιμον παρέσχε τοιαῦτά τινα διαλεχθείς:

"καὶ αὐτὸς ἀπολύω τὸ φιλήκοον καὶ φιλοθέαμον οὐ μὴν Ἀριστοξένῳ γε συμφέρομαι παντάπασι, ταύταις μόναις φάσκοντι ταῖς ἡδοναῖς τὸ καλῶς ἐπιλέγεσθαι.

"καὶ γὰρ ὄψα καλὰ καὶ μύρα καλοῦσι καὶ καλῶς γεγονέναι λέγουσι δειπνήσαντες ἡδέως καὶ πολυτελῶς. δοκεῖ δέ μοι μηδ Ἀριστοτέλης αἰτίᾳ δικαίᾳ τὰς περὶ θέαν καὶ ἀκρόασιν εὐπαθείας ἀπολύειν ἀκρασίας, ὡς μόνας ἀνθρωπικὰς οὔσας: "ταῖς δ ἄλλαις καὶ τὰ θηρία φύσιν ἔχοντα χρῆσθαι καὶ κοινωνεῖν. ὁρῶμεν γὰρ ὅτι καὶ μουσικῇ πολλὰ, κηλεῖται τῶν ἀλόγων, ὥσπερ ἔλαφοι σύριγξιν, ἵπποις δὲ μιγνυμέναις ἐπαυλεῖται νόμος, ὃν ἱππόθορον ὀνομάζουσιν ὁ δὲ Πίνδαρός φησι κεκινῆσθαι πρὸς ᾠδήν ἁλίου δελφῖνος ὑπόκρισιν: "τὸν μὲν ἀκύμονος ἐν πόντου πελάγει αὐλῶν ἐκίνης ἐρατὸν μέλος. "ὀρχούμενοι δὲ τοὺς σκῶπας αἱροῦσι, χαίροντας τῇ ὄψει καὶ μιμητικῶς ἅμα δεῦρο κἀκεῖσε τοὺς ὤμους συνδιαφέροντας. "οὐδὲν οὖν ὁρῶ τὰς τοιαύτας ἡδονὰς ἴδιον ἐχούσας, ἢ ὅτι μόναι τῆς ψυχῆς εἰσιν, αἱ δ ἄλλαι τοῦ σώματος καὶ περὶ τὸ σῶμα καταλήγουσι: "μέλος δὲ καὶ ῥυθμὸς καὶ ὄρχησις καὶ ᾠδὴ παραμειψάμεναι τὴν αἴσθησιν, ἐν τῷ χαίροντι τῆς ψυχῆς ἀπερείδονται τὸ ἐπιτερπὲς καὶ γαργαλίζον. "ὅθεν οὐδεμία τῶν τοιούτων ἡδονῶν ἀπόκρυφός ἐστιν οὐδὲ σκότους δεομένη καὶ τῶν τοίχων περιθεόντων, ὡς οἱ Κυρηναϊκοὶ λέγουσιν: "ἀλλὰ καὶ στάδια ταύταις καὶ θέατρα ποιεῖται: "καὶ τὸ μετὰ πολλῶν θεάσασθαί τι καὶ ἀκοῦσαι ἐπιτερπέστερόν ἐστι καὶ σεμνότερον, οὐκ ἀκρασίας δήπου καὶ ἡδυπαθείας ἀλλ ἐλευθερίου διατριβῆς καὶ ἀστείας μάρτυρας ἡμῶν ὅτι πλείστους λαμβανόντων. ταῦτα τοῦ Καλλιστράτου εἰπόντος, ὁ Λαμπρίας ὁρῶν ἔτι μᾶλλον ἐκείνους τοὺς τῶν:

"τὸ αἴτιον, ὦ παῖ Λέοντος, ἀλλά μοι δοκοῦσιν οὐκ ὀρθῶς οἱ παλαιοὶ παῖδα Λήθης τὸν Διόνυσον ἔδει γὰρ πατέρα προσαγορεύειν ὑφ οὗ καὶ σὺ νῦν ἀμνημονεῖν ἐοίκας, ὅτι τῶν περὶ τὰς ἡδονὰς ἁμαρτανομένων τὰ μὲν ἀκρασία τὰ δ ἄγνοια ποιεῖ καὶ παρόρασις.

"ὅπου μὲν γὰρ ἡ βλάβη πρόδηλός ἐστι, ταῦτ ἀκρασίᾳ καταβιαζόμενοι τὸν λογισμὸν ἐξαμαρτάνουσιν: "ὅσα δ οὐκ εὐθὺς οὐδὲ παραχρῆμα τῆς ἀκολασίας τὸν μισθὸν ἐπιτίθησι, ταῦθ ὑπ ἀγνοίας τοῦ βλάπτοντος αἱροῦνται καὶ πράττουσι. "διὸ τοὺς μὲν περὶ ἐδωδὰς καὶ ἀφροδίσια καὶ πότους ἀστοχοῦντας, οἷς νόσοι τε πολλαὶ καὶ χρημάτων ὄλεθροι συνακολουθοῦσι καὶ τὸ κακῶς ἀκούειν, ἀκρατεῖς προσαγορεύομεν ὡς Θεοδέκτην ἐκεῖνον εἰπόντα χαῖρε φίλον φῶς ὀφθαλμιῶντα, τῆς ἐρωμένης ἐπιφανείσης: "ἢ τὸν Ἀβδηρίτην Ἀνάξαρχον, ὅς ῥα καὶ εἰδώς, ὡς φάσαν, ἄθλιος ἔσκε: "φύσις δέ μιν ἔμπαλιν ἦγεν ἡδονοπλήξ, τῇ πλεῖστοι ὑποτρείουσι σοφιστῶν. ὅσαι δὲ τῶν ἡδονῶν τοὺς περὶ γαστέρα καὶ αἰδοῖα καὶ γεῦσιν καὶ ὄσφρησιν ἀντιτεταγμένους αὐταῖς καὶ ὅπως οὐχ ἁλώσονται προσέχοντας, ἐκπεριοδεύουσαι περὶ τὰ ὄμματα καὶ τὰ ὦτα λανθάνουσιν ἐνῳκισμέναι καὶ λοχῶσαι, τούτους ἐκείνων οὐδὲν ἧττον ἐμπαθεῖς ὄντας καὶ ἀκολάστους ἀκρατεῖς ὁμοίως οὐ καλοῦμεν: "οὐ γὰρ εἰδότες ἀλλὰ δι ἀπειρίαν ὑποφέρονται, καὶ νομίζουσι τῶν ἡδονῶν εἶναι κρείττονες, ἂν ἐν θεάτροις ἄσιτοι καὶ ἄποτοι διημερεύσωσιν ὥσπερ εἰ τῶν κεραμίων μέγα φρονοίη τὸ μὴ ἀπὸ τῆς γαστρὸς αἰρόμενον ἢ τοῦ πυθμένος, ἐκ δὲ τῶν ὤτων ῥᾳδίως μεταφερόμενον. "ὅθεν Ἀρκεσίλαος οὐδὲν ἔφη διαφέρειν τοῖς ὄπισθεν εἶναι κίναιδον ἢ τοῖς ἔμπροσθεν. "δεῖ δὲ καὶ τὴν ἐν ὄμμασι καὶ τὴν ἐν ὠσὶ γαργαλίζουσαν μαλακίαν καὶ ἡδυπάθειαν φοβεῖσθαι, καὶ μήτε πόλιν ἀνάλωτον νομίζειν τὴν τὰς ἄλλας πύλας βαλανάγραις καὶ μοχλοῖς καὶ καταρράκταις ὀχυρὰς ἔχουσαν, ἂν διὰ μιᾶς οἱ πολέμιοι παρελθόντες ἔνδον εἰσίν: "μήθ ἑαυτὸν ἀήττητον ὑφ ἡδονῆς, εἰ μὴ κατὰ τὸ Ἀφροδίσιον ἀλλὰ κατὰ τὸ Μουσεῖον ἑάλωκεν ἢ τὸ θέατρον: "ὁμοίως γὰρ ἐγκέκλικε καὶ παρέδωκε ταῖς ἡδοναῖς ἄγειν καὶ φέρειν τὴν ψυχήν: "αἱ δὲ παντὸς ὀψοποιοῦ καὶ μυρεψοῦ καὶ δριμύτερα καὶ ποικιλώτερα φάρμακα τῶν μελῶν καὶ τῶν ῥυθμῶν καταχεόμεναι τούτοις ἄγουσιν ἡμᾶς καὶ διαφθείρουσιν, αὑτῶν τρόπον τινὰ καταμαρτυροῦντας τῶνδε γὰρ οὔτε τι μεμπτὸν οὔτ ὦν μεταλλάττον ὡς Πίνδαρος ἔφη τῶν ἐπὶ ταῖς τραπέζαις, ὅσς ἀγλαὰ χθὼν πόντου τε ῥιπαὶ φέρουσιν ἄρτι παρακειμένων. "ἀλλ οὔτ ὄψον οὐδὲν οὔτε σιτίον οὔθ ὁ βέλτιστος οὑτοσὶ πινόμενος οἶνος ἐξήγαγεν ὑφ ἡδονῆς φωνήν, οἱών ἄρτι τὰ αὐλήματα καὶ τὰ κρούματα τὴν οἰκίαν, εἰ μὴ καὶ τὴν πόλιν ἅπασαν, ἐμπέπληκε θορύβων καὶ κρότων καὶ ἀλαλαγμῶν. διὸ δεῖ μάλιστα ταύτας εὐλαβεῖσθαι τὰς ἡδονάς: "ἰσχυρόταται γάρ εἰσιν, ἅτε δὴ μή, καθάπερ αἱ περὶ γεῦσιν καὶ ἁφὴν καὶ ὄσφρησιν, εἰς τὸ ἄλογον καὶ φυσικὸν ἀποτελευτῶσαι τῆς ψυχῆς, ἀλλὰ τοῦ κρίνοντος ἁπτόμεναι καὶ τοῦ φρονοῦντος: "ἔπειτα ταῖς μὲν ἄλλαις ἡδυπαθείαις κἂν ὁ λογισμὸς ἐλλίπῃ διαμαχόμενος, ἀλλὰ τῶν παθῶν ἔνια πολλάκις ἐμποδών ἐστι: "καὶ γὰρ ἐν ἰχθύων ἀγορᾷ μικρολογία καθαιρεῖ δάκτυλον ὀψοφάγου καὶ πολυτελοῦς ἑταίρας ἀπέστρεψε φιλαργυρία φιλογυνίαν: "ὥσπερ ἀμέλει παρὰ τῷ Μενάνδρῳ τῶν συμποτῶν ἕκαστος ἐπιβουλευόμενος ὑπὸ τοῦ πορνοβοσκοῦ σοβαράν τινα παιδίσκην ἐπάγοντος αὐτοῖς κύψας καθ ἑαυτὸν τῶν τραγημάτων ἔφλα: "χαλεπὸν γὰρ ὁ δανεισμὸς τῆς ἀκρασίας κόλασμα καὶ τὸ λῦσαι βαλλάντιον οὐ πάνυ ῥᾴδιον: "ταύταις δὲ ταῖς ἐλευθερίαις λεγομέναις περὶ ὦτα καὶ ὄμματα φιλομούσοις καὶ φιλαύλοις μουσομανίαις προῖκα καὶ ἀμισθὶ τῶν ἡδονῶν πάρεστι πολλαχόθεν ἀρύτεσθαι καὶ ἀπολαύειν, ἐν ἀγῶσιν, ἐν θεάτροις, ἐν συμποσίοις, ἑτέρων χορηγούντων: "ὅθεν ἕτοιμον τὸ διαφθαρῆναι τοῖς μὴ βοηθοῦντα καὶ παιδαγωγοῦντα τὸν λογισμὸν ἔχουσι. "ποιοῦντα τὸν λογισμὸν ἢ τί λέγοντα βοηθεῖν ἀξιοῦμεν·

"οὐ γὰρ ἀμφωτίδας γε περιθήσει τὰς Ξενοκράτους ἡμῖν οὐδ ἀναστήσει μεταξὺ δειπνοῦντας, ἐὰν αἰσθώμεθα λύραν ἁρμοζομένην ἢ κινούμενον αὐλόν. εἶπεν ὁ Λαμπρίας" ἀλλ ὁσάκις ἂν εἰς τὰς Σειρῆνας ἐμπέσωμεν, ἐπικαλεῖσθαι δεῖ τὰς Μούσας καὶ καταφεύγειν εἰς τὸν Ἑλικῶνα τὸν τῶν παλαιῶν.

ἐρῶντι μὲν γὰρ πολυτελοῦς οὐκ ἔστι τὴν Πηνελόπην προσαγαγεῖν οὐδὲ συνοικίσαι τὴν Πάνθειαν: "ἀποκλυζόμενον.

τῶν ἱερῶν καὶ σεμνῶν ἐκείνων γραμμάτων ἀναμιμνησκόμενοι καὶ παραβάλλοντες ᾠδὰς καὶ ποιήματα καὶ λόγους κοινοὺς οὐκ ἐκπλαγησόμεθα παντάπασιν ὑπὸ τούτου, οὐδὲ πλαγίους παραδώσομεν ἑαυτοὺς ὥσπερ ὑπὸ ῥεύματος λείου φέρεσθαι.

상위

Quaestiones Convivales

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION