- 텍스트

Plutarch, Quaestiones Convivales, book 7, Διὰ τί τοῖς πάλαι Ῥωμαίοις ἔθος ἦν μήτε τράπεζαν αἰρομένην περιορᾶν κενὴν μήτε λύχνον σβεννύμενον.?

(플루타르코스, Quaestiones Convivales, book 7, Διὰ τί τοῖς πάλαι Ῥωμαίοις ἔθος ἦν μήτε τράπεζαν αἰρομένην περιορᾶν κενὴν μήτε λύχνον σβεννύμενον.)

Φιλάρχαιος ὢν ὁ Φλῶρος οὐκ εἰά κενὴν ἀπαίρειν τὴν τράπεζαν, ἀλλ ἀεὶ τῶν ἐδωδίμων ἐπ αὐτῇ ὑπέλειπε. "τὸν πατέρα καὶ τὸν πάππον εὖ μάλα παραφυλάττοντας, ἀλλὰ μηδὲ λύχνον ἐῶντας ἀποσβεννύναι: "καὶ γὰρ τοῦτο τοὺς παλαιοὺς· "Ῥωμαίους ἐξευλαβεῖσθαι: "τοὺς δὲ νῦν εὐθὺς ἀποσβεννύναι μετὰ τὸ δεῖπνον, ὅπως μὴ μάτην τοὔλαιον ἀναλίσκωσι. "τί πλέον αὐτοῖς, ἂν μὴ τὸ Πολυχάρμου τοῦ ἡμετέρου σοφὸν ἐκμάθωσιν, ὃς πολὺν ἔφη σκεπτόμενος χρόνον, ὅπως οὐ κλέψουσι τοὔλαιον οἱ παῖδες, ἐξευρεῖν μόλις:

"εὐθὺς γὰρ ἀποπληροῦν τοὺς λύχνους ἀποσβεσθέντας, εἶτ ἐπισκοπεῖν τῇ ὑστεραίᾳ πάλιν, εἰ πλήρεις διαμένουσι. "ἐπεὶ τοῦτο τὸ πρόβλημα λέλυται, σκεψώμεθα τὸν λόγον, τοὺς παλαιοὺς εἰκός ἐστι καὶ περὶ τοὺς λύχνους καὶ περὶ τὰς τραπέζας οὕτως εὐλαβεῖς γεγονέναι.

ὁ μὲν γαμβρὸς αὐτοῦ Καισέρνιος ᾤετο τῇ πρὸς τὸ ἄσβεστον καὶ ἱερὸν πῦρ συγγενείᾳ παντὸς φθορὰν πυρὸς ἀφοσιώσασθαι τοὺς πρεσβυτέρους:

δύο γὰρ εἶναι φθοράς, ὥσπερ ἀνθρώπου, τὴν μὲν βίαιον σβεννυμένου, τὴν δ ὥσπερ κατὰ φύσιν ἀπομαραινομένου:

τῷ μὲν οὖν ἱερῷ πρὸς ἀμφοτέρας ἀρήγειν, ἀεὶ τρέφοντας καὶ φυλάττοντας: τὸ δ ἄλλο δι αὑτοῦ περιορᾶν μαραινόμενον αὐτοὺς μηδὲ βιάζεσθαι μηδὲ φθονεῖν, ὥσπερ θρέμματος ἀφαιρουμένους τὸ ζῆν, ἵνα μὴ μάτην τρέφοιτο. Λεύκιος δ ὁ τοῦ Φλώρου υἱὸς τἄλλα μὲν ἔφη καλῶς λέγεσθαι, τὸ δ ἱερὸν πῦρ οὐκ ἄμεινον αἱρουμένους ἑτέρου πυρὸς οὐδὲ σεμνότερον οὕτω σέβεσθαι καὶ περιέπειν:

ἀλλ ὥσπερ Αἰγυπτίων ἐνίους μὲν τὸ κυνῶν γένος ἅπαν σέβεσθαι καὶ τιμᾶν, ἐνίους δὲ τῶν λύκων ἢ κροκοδείλων, ἕνα μέντοι τρέφειν τοὺς μὲν κύνα τοὺς δὲ κροκόδειλον τοὺς δὲ λύκον:

οὐ γὰρ οἱό῀ν τ ἦν ἅπαντας:

οὕτως ἐνταῦθα τὴν περὶ ἐκεῖνο θεραπείαν καὶ φυλακὴν τὸ πῦρ τῆς πρὸς ἅπαν εὐλαβείας εἶναι σύμβολον. "οὐδὲν γὰρ ἄλλο μᾶλλον ἐμψύχῳ προσέοικεν ἢ πῦρ, κινούμενὸν τε καὶ τρεφόμενον δι αὑτοῦ καὶ τῇ λαμπρότητι δηλοῦν, ὥσπερ ἡ ψυχή, καὶ σαφηνίζον ἅπαντα:

"μάλιστα δὲ ταῖς σβέσεσιν αὐτοῦ καὶ φθοραῖς ἐμφαίνεται δύναμις οὐκ ἀμοιροῦσα ζωτικῆς ἀρχῆς: "βοᾷ γὰρ καὶ φθέγγεται καὶ ἀμύνεται, καθάπερ ἔμψυχον ἀποθνῆσκον βίᾳ καὶ φονευόμενον: "βέλτιον.

"εὖ δὲ Ῥωμαῖοι χρησάμενοι τοῖς λύχνοις, ἣν ἔδοσαν οὐκ ἀφῃροῦντο τροφήν, ἀλλὰ χρῆσθαι ζῶντας εἰών καὶ λάμποντας. "τῶν εἰρημένων αἰτιῶμαι: "προσθείην δ ἄν, ὅτι καὶ φιλανθρωπίας διδασκαλία τὸ ἔθος ἐστίν οὔτε γὰρ τροφὴν ἀφανίζειν ὅσιον αὐτοὺς ἄδην ἔχοντας, οὔτε νάματος ἐμφορηθέντας πηγὴν ἀποτυφλοῦν καὶ ἀποκρύπτειν, οὔτε πλοῦ σημεῖα καὶ ὁδοῦ διαφθείρειν χρησαμένους, ἀλλ ἐᾶν καὶ ἀπολείπειν τὰ χρήσιμα τοῖς δεησομένοις μεθ ἡμᾶς. ὅθεν οὐδὲ φῶς λύχνου μὴ δεομένους ἀπολλύναι διὰ μικρολογίαν καλόν, ἀλλὰ τηρεῖν καὶ ἀπολείπειν, εἴ τις ἔλθοι δεόμενος παρόντος ἔτι καὶ λάμποντος: "καὶ γὰρ ὄψιν, εἰ δυνατὸν ἦν, καὶ ἀκοὴν χρῆσαι καλῶς· "εἶχεν ἑτέρῳ, καὶ νὴ Δία τὴν φρόνησιν καὶ τὴν ἀνδρείαν, μέλλοντας αὐτοὺς καθεύδειν καὶ ἡσυχάζειν. "ὁρ´α δέ, εἰ καὶ μελέτης ἕνεκα τοῦ εὐχαρίστου τὰς τοιαύτας ἐφιέντες ὑπερβολὰς οὐκ ἀτόπως οἱ παλαιοὶ καὶ δρῦς ἐσέβοντο καρποφόρους, καὶ συκῆν τινα προσηγόρευσαν ἱερὰν Ἀθηναῖοι καὶ μορίαν ἐκκόπτειν ἀπαγορεύουσι: "ταῦτα γὰρ οὐ ποιεῖ πρὸς δεισιδαιμονίαν ἐπιφόρους, ὡς ἔνιοί φασιν, ἀλλὰ προσεθίζει τὸ εὐχάριστον ἡμῶν καὶ κοινωνικὸν ἐν τοῖς ἀναισθήτοις καὶ ἀψύχοις πρὸς ἀλλήλους. "ὅθεν ὀρθῶς μὲν Ἡσίοδος οὐδ κἰώ῀ιώσρ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἐᾷ παρατίθεσθαι σῖτον ἢ ὄψον, ἀλλ ἀπαρχὰς τῷ πυρὶ καὶ γέρα τῆς διακονίας ἀποδιδόντας: "τοῦτο καὶ τῷ περὶ τῆς τραπέζης λόγῳ πάροδον οἰκείαν δίδωσιν, οἰομένῳ δεῖν ἀεί τι καταλιπεῖν οἰκέταις ἀπὸ δείπνου καὶ παισὶν οἰκετῶν·

"χαίρουσι γὰρ οὐχ οὕτω λαμβάνοντες ὡς μεταλαμβάνοντες. "διὸ καὶ τοὺς Περσῶν βασιλεῖς φασιν οὐ μόνον φίλοις καὶ ἡγεμόσι καὶ σωματοφύλαξιν ἀποπέμπειν ἀεὶ μερίδας, ἀλλὰ καὶ τὸ τῶν δούλων καὶ τὸ τῶν κυνῶν ἀεὶ δεῖπνον ἐπὶ τῆς ἐκείνων προτίθεσθαι τραπέζης, ὡς ἀνυστὸν ἦν, πάντας οἷς ἐχρῶντο ποιουμένων ὁμοτραπέζους καὶ ὁμεστίους. "ἡμεροῦνται γὰρ τῇ τῆς τροφῆς μεταδόσει καὶ τὰ σκυθρωπότατα τῶν θηρίων. "ὦ ἑταῖρε, τὸν ἐκ τῆς παροιμίας ἀποκείμενον ἰχθῦν διὰ τί οὐχ ἕλκομεν εἰς μέσον μετὰ τῆς Πυθαγορικῆς χοίνικος, ἐφ ἧς ἀπηγόρευε καθῆσθαι, διδάσκων ἡμᾶς ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολείπειν καὶ τῆς αὔριον ἐν τῇ σήμερον μνημονεύειν·

"ἡμῖν μὲν οὖν τοῖς Βοιωτοῖς τὸ λεῖπέ τι καὶ Μήδοις διὰ στόματὸς ἐστιν, ἐξ οὗ Μῆδοι τήν τε Φωκίδα, καὶ τὰ ἔσχατα τῆς Βοιωτίας ἄγοντες καὶ φέροντες ἐπέτρεχον ἀεὶ δὲ καὶ: "πανταχοῦ δεῖ πρόχειρον εἶναι τὸ λεῖπέ τι καὶ ξένοις ἐπελθοῦσιν ὡς ἔγωγε καὶ τοῦ Ἀχιλλέως κενὴν ἀεὶ καὶ λιμώδη καταλαμβανομένην αἰτιῶμαι τὴν τράπεζαν: "τῶν τε γὰρ περὶ τὸν Αἰάντα καὶ τὸν Ὀδυσσέα πρέσβεων ἀφικομένων, οὐδὲν ἔχων ἕτοιμον ἀναγκάζεται μαγειρεύειν ἐξ ὑπαρχῆς καὶ ὀψοποιεῖν τόν τε Πρίαμον φιλοφρονεῖσθαι βουλόμενος πάλιν ἀναϊ´ξας ὀίν ἄργυφον σφάττει καὶ διαιρεῖ καὶ ὀπτᾷ, πολὺ μέρος περὶ ταῦτ ἀναλίσκων τῆς νυκτός. ὁ δ Εὔμαιος, ἅτε δὴ θρέμμα γεγονὼς σοφοῦ σοφόν, οὐ πράγματ εἶχε, τοῦ Τηλεμάχου ἐπιφανέντος, ἀλλ εὐθὺς ἑστιᾷ καθίσαντα, πίνακας κρεῶν παρατιθεὶς ὀπταλέων, ἃ ῥα τῇ προτέρῃ κατέλειπον ἔδοντες. "εἰ δὲ τοῦτο δόξει μικρόν, ἐκεῖνό γ οὐ μικρόν, τὸ συστέλλειν καὶ ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως: "ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων οἱ ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων. ὑπολαβὼν δ ὁ Λεύκιος ἔφη τῆς μάμμης ἀκηκοὼς μνημονεύειν, ὡς ἱερὸν μὲν ἡ τράπεζα, δεῖ δὲ τῶν ἱερῶν μηδὲν εἶναι κενόν.

"ἐδόκει καὶ μίμημα τῆς γῆς ἡ τράπεζ εἶναι: "πρὸς γὰρ τῷ τρέφειν ἡμᾶς καὶ στρογγύλη καὶ μόνιμός ἐστι καὶ καλῶς ὑπ ἐνίων ἑστία καλεῖται. "καθάπερ γὰρ τὴν γῆν ἀεί τι χρήσιμον ἔχειν καὶ φέρειν ἡμῖν ἀξιοῦμεν, οὕτως οὐδὲ τὴν τράπεζαν οἰόμεθα δεῖν κενὴν ὁρᾶν καὶ ἀνερμάτιστον ἀπολειπομένην.

상위

Quaestiones Convivales

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION