- 텍스트

Plutarch, Quaestiones Convivales, book 7, Πρὸς τοὺς ἐγκαλοῦντας Πλάτωνι τὸ ποτὸν εἰπόντι διὰ τοῦ πνεύμονος ἐξιέναι.?

(플루타르코스, Quaestiones Convivales, book 7, Πρὸς τοὺς ἐγκαλοῦντας Πλάτωνι τὸ ποτὸν εἰπόντι διὰ τοῦ πνεύμονος ἐξιέναι.)

εἰσῆλθέ τινι τῶν συμποτῶν ὡρ´ᾳ θέρους τουτὶ τὸ πρόχειρον ἅπασιν ἀναφθέγξασθαι τέγγε πλεύμονας οἴνῳ: τὸ γὰρ ἄστρον περιτέλλεται: "οὐδὲν ἔφη θαυμαστόν, εἰ ποιητικὸς ἀνὴρ Ἀλκαῖος ἠγνόησεν ὃ καὶ Πλάτων ὁ φιλόσοφος.

"καίτοι τὸν μὲν Ἀλκαῖον ἁμωσγέπως εὐπορήσειν βοηθείας, ἀπολαύειν ἰκμάδος τὸν πλεύμονα, γειτνιῶντα τῷ στομάχῳ, καὶ διὰ τοῦτο τέγγεσθαι πιθανόν ἐστιν: "γράψας διεξιέναι τὰ ποτὰ διὰ τοῦ πλεύμονος οὐδὲ τοῖς προθυμοτάτοις ἀμύνειν ἐπιχείρησιν ὑπὲρ αὑτοῦ πιθανὴν ἀπολέλοιπε.

"σιτουμένων δὲ καὶ πινόντων, τῇ ἀρτηρίᾳ, καθαρὸν τῷ πνεύματι τὸν δρόμον φυλάττουσα καὶ τὴν ἀναπνοήν. "τὸ γὰρ ἀγνόημα μέγα. "πρῶτον μέν, ὅτι τῆς ὑγρᾶς τροφῆς πρὸς τὴν ξηρὰν ἀναγκαίαν ἐχούσης τὴν ἀνάμιξιν, εἰκός ἐστι ταὐτὸν ἀμφοτέραις ἀγγεῖον ὑποκεῖσθαι τὸν στόμαχον εἰς τὴν κάτω κοιλίαν ἐκδιδόντα μαλακὸν καὶ διάβροχον τὸ σιτίον: "ἔπειτα, τοῦ πλεύμονος λείου καὶ πυκνοῦ παντάπασι γεγονότος, πῶς τὸ σὺν κυκεῶνι πινόμενον ἄλφιτον διέξεισι καὶ οὐκ ἐνίσχεται· "τουτὶ γὰρ Ἐρασίστρατος ὀρθῶς πρὸς αὐτὸν ἠπόρησε. "καὶ μὴν ἐπί γε τῶν πλείστων τοῦ σώματος μορίων τὸ οὗ ἕνεκα τῷ λόγῳ μετιὼν, καὶ πρὸς ἣν ἕκαστον ἡ φύσις χρείαν πεποίηκε βουλόμενος, ὥσπερ καὶ προσήκει τῷ φιλοσόφῳ, φρονεῖν, οὐκ εὖ παρίησι τὸ τῆς ἐπιγλωττίδος ἔργον, ἐπὶ τούτῳ τεταγμένον, ὅπως ἐν τῇ καταπόσει τῆς τροφῆς τὴν ἀρτηρίαν πιέζουσα κωλύῃ παρεμπεσεῖν ὁτιοῦν εἰς τὸν πλεύμονα: "δεινὰς γὰρ ὑπὸ βηχὸς: "ἴσχει τραχύτητας καὶ χαράξεις, ὅταν παρολίσθῃ, φερομένου τοῦ πνεύματος: "ἡ δὲ μέταυλος αὕτη κλίσιν ἐπ ἀμφότερα λαμβάνουσα, φθεγγομένων μέν, ἐπιπίπτει τῷ στομάχῳ: "καὶ τοὺς ἀτρέμα πίνοντας ἴσμεν τὰς κοιλίας ὑγροτέρας ἴσχοντας τῶν ἄθρουν ἐφελκομένων τὸ ὑγρόν:

"ὠθεῖ γὰρ εὐθὺς εἰς κύστιν ὑπὸ ῥύμης διεξιόν: "ἐκείνως δὲ μᾶλλον ἐνδιατρίβει τοῖς σιτίοις καὶ μαλάσσει, ὥστ ἀναμίγνυσθαι καὶ παραμένειν. τοιαῦτα τοῦ Νικίου διεξιόντος, ὁ γραμματικὸς πρωτογένης ἔφη συνεωρακέναι πρῶτον Ὅμηρον, ὅτι τῆς μὲν τροφῆς ὁ στόμαχος ἀγγεῖόν ἐστι, τοῦ δὲ πνεύματος ὁ βρόγχος, ὃν ἀσφάραγον ἐκάλουν οἱ παλαιοί:

ἐπονομάζειν εἰώθασιν:

εἰπὼν οὖν ὅτι τοῦ Ἕκτορος ὁ Ἀχιλλεὺς ἤλασε λευκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος: οὐδ ἄρ ἀπ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια, ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.

ὡς τὸν ἀσφάραγον ὄντα φωνῆς ἴδιον ὀχετὸν καὶ πνεύματος, τὴν δὲ λευκανίην: ἐσέθηκα.

"ὑφησόμεθα τοῦ Πλάτωνος ἐρήμην ὀφλισκάνοντος· ἔφην ἐγώ: "προησόμεθα γὰρ ἅμα τῷ Πλάτωνι καὶ τὸν Ὅμηρον, ὃς τοσοῦτον ἀποδεῖ τοῦ τὸ ὑγρὸν ἀπελαύνειν καὶ ἀποστρέφειν τῆς ἀρτηρίας, ὥστε καὶ τὸ σιτίον ὁμοῦ συνεκβαλεῖν ἐνταῦθα. "φάρυγος ῾ γάρ φησιν ἐξέσσυτο οἶνος, ψωμοὶ τ ἀνδρόμεοι: "χωρὶς εἰ μὴ τὸν Κύκλωπα φήσει τις ὥσπερ ὀφθαλμὸν σχεῖν ἕνα καὶ πόρον τροφῆς καὶ φωνῆς τὸν αὐτόν: "ἢ τὸν φάρυγγα φήσει στόμαχον εἰρῆσθαι καὶ μὴ βρόγχον, ὥσπερ ὑπὸ πάντων καὶ πάλαι καὶ νῦν ὠνόμασται. "ταῦτα δ οὐκ ἀπορίᾳ μαρτύρων, ἀλλ ὑπὸ τῆς ἀληθείας ἐπηγαγόμην ἐπεὶ μάρτυρὲς γε τῷ Πλάτωνι πολλοί τε κἀγαθοὶ πάρεισιν. "Εὔπολιν μὲν γάρ, εἰ βούλει, πάρες ἐν Κόλαξιν εἰπόντα πίνειν γὰρ ὁ Πρωταγόρας ἐκέλευς, ἵνα πρὸ τοῦ κυνὸς τὸν πλεύμον ἔκκλυστον φορῇ: "πάρες δὲ καὶ τὸν κομψὸν Ἐρατοσθένην λέγοντα καὶ βαθὺν ἀκρήτῳ πνεύμονα τεγγόμενος: "Εὐριπίδης δὲ σαφῶς δήπου λέγων οἶνος περάσας πλευμόνων διαρροάς δῆλός ἐστιν Ἐρασιστράτου βλέπων τι ὀξύτερον: "εἶδε γὰρ ὅτι σήραγγας ὁ πλεύμων ἔχει καὶ πόροις κατατέτρηται , δι ὧν τὸ ὑγρὸν διίησιν. "οὐ γὰρ τὸ πνεῦμα πόρων ἐδεῖτο πρὸς τὴν ἐξαγωγήν, ἀλλ ἕνεκα τῶν ὑγρῶν καὶ τῶν τοῖς ὑγροῖς συμπαρολισθαινόντων γέγονεν ἠθμοειδὴς καὶ πολύπορος. "καὶ οὐδὲν ἧττον, ὦ μακάριε, τῷ πλεύμονι προσῆκόν ἐστιν ἢ τῷ στομάχῳ συνεκδιδόναι τὸ ἄλφιτον καὶ τὸ κρίμνον οὐδὲ γὰρ ὁ στόμαχος ἡμῶν λεῖος, ὥς τινες, οὐδ ὀλισθηρός, ἀλλ ἔχει τραχύτητας, αἷς εἰκός ἐστι τὰ λεπτὰ καὶ μικρὰ περιπίπτοντα καὶ προσισχόμενα διαφεύγειν τὴν κατάποσιν. "ἀλλ οὔτε τοῦτο λέγειν οὔτ ἐκεῖνο καλῶς ἔχον ἐστίν: "ἡ γὰρ φύσις οὐκ ἐφικτὸν ἔχει τῷ λόγῳ τὸ περὶ τὰς ἐνεργείας εὐμήχανον: "οὐδ ἔστι τῶν ὀργάνων αὐτῆς τὴν ἀκρίβειαν οἷς χρῆται λέγω δὲ τὸ πνεῦμα καὶ τὸ θερμόν ἀξίως διελθεῖν. ἔτι δὴ τῶν μαρτύρων τῷ Πλάτωνι προσκαλοῦμαι Φιλιστίωνά τε τὸν Λοκρόν, εὖ μάλα παλαιὸν ἄνδρα καὶ λαμπρὸν ἀπὸ τῆς τέχνης ὑμῶν γενόμενον· "καὶ Ἱπποκράτη καὶ Διώξιππον τὸν Ἱπποκράτειον οὗτοι γὰρ οὐχ ἑτέραν ὁδόν, ἀλλ ἣν Πλάτων, ὑφηγοῦνται τοῦ πώματος. "ἥ γε μὴν πολυτίμητος ἐπιγλωττὶς οὐκ ἔλαθε τὸν Διώξιππον, ἀλλὰ περὶ ταύτην φησὶ τὸ ὑγρὸν ἐν τῇ καταπόσει διακρινόμενον εἰς τὴν ἀρτηρίαν ἐπιρρεῖν, τὸ δὲ σιτίον εἰς τὸν στόμαχον ἐπικυλινδεῖσθαι καὶ τῇ μὲν ἀρτηρίᾳ τῶν ἐδωδίμων μηδὲν παρεμπίπτειν, τὸν δὲ στόμαχον ἅμα τῇ ξηρᾷ τροφῇ καὶ τῆς ὑγρᾶς ἀναμιγνύμενόν τι μέρος ὑποδέχεσθαι, πιθανὸν γάρ ἐστι τὴν μὲν ἐπιγλωττίδα τῆς ἀρτηρίας προκεῖσθαι διάφραγμα καὶ ταμιεῖον, ὅπως ἀτρέμα καὶ κατ ὀλίγον διηθῆται τὸ ποτόν, ἀλλὰ μὴ ταχὺ μηδ ἄθρουν ἐπιρρακτὸν ἀποβιάζηται τὸ πνεῦμα καὶ διαταράττῃ. διὸ τοῖς ὄρνισιν οὐ γέγονεν ἐπιγλωσσὶς οὐδ ἔστιν: "οὐδὲ γὰρ σπῶντες οὐδὲ λάπτοντες, ἀλλὰ κάπτοντες καὶ κατ ὀλίγον διιέντες τὸ ποτὸν ἡσυχῆ τὴν ἀρτηρίαν διαίνουσι καὶ τέγγουσι. "μαρτύρων μὲν οὖν ἅλις. "ὁ δὲ λόγος τῷ Πλάτωνι πρῶτον ἐκ τῆς αἰσθήσεως ἔχει τὴν πίστιν. "τῆς γὰρ ἀρτηρίας τρωθείσης, οὐ καταπίνεται τὸ ὑγρόν, ἀλλ ὥσπερ ὀχετοῦ διακοπέντος, ἐκπῖπτον ἔξω καὶ ἀποκρουνίζον ὁρᾶται, καίπερ ὑγιοῦς καὶ ἀκεραίου τοῦ στομάχου μένοντος. "ἔπειτα πάντες ἴσμεν, ὅτι τοῖς περιπλευμονικοῖς πάθεσι δίψος ἕπεται περιφλεγέστατον ὑπὸ ξηρότητος ἢ θερμότητος, ἤ τινος ἄλλης αἰτίας ἅμα τῇ φλεγμονῇ τὴν ὄρεξιν ἐμποιούσης: "ὃ δὲ τούτου μεῖζόν ἐστι τεκμήριον, ὅσοις πλεύμων οὐκ ἐμπέφυκε τῶν ζῴων ἢ σφόδρα μικρὸς ἐμπέφυκε, ταῦτ οὐ δεῖται ποτοῦ τὸ παράπαν οὐδ ὀρέγεται, διὰ τὸ τῶν μορίων ἑκάστῳ σύμφυτον ὑπάρχειν τὴν πρὸς τοὔργον ἐπιθυμίαν: "οἷς δ οὐκ ἔστι μόρια, μηδὲ χρείαν παρεῖναι μηδὲ προθυμίαν τῆς δι αὐτῶν ἐνεργείας. "ὅλως δὲ δόξει μάτην ἡ κύστις γεγονέναι τοῖς ἔχουσιν: "εἰ γὰρ ὁ στόμαχος ἅμα τῷ σιτίῳ τὸ ποτὸν ἀναλαμβάνει καὶ τῇ κοιλίᾳ παραδίδωσιν, οὐθὲν ἰδίου πόρου δεῖται τὸ περίττωμα τῆς ὑγρᾶς τροφῆς, ἀλλ εἷς ἀρκεῖ καὶ κοινὸς ὥσπερ εὐδιαῖος ἀμφοτέροις εἰς ταὐτὸ διὰ ταὐτοῦ συνεισκομιζομένοις: "νῦν δὲ χωρὶς μὲν ἡ κύστις γέγονε, χωρὶς δὲ τὸ ἔντερον: "ὅτι τὸ μὲν ἐκ τοῦ πλεύμονος βαδίζει, τὸ δ ἐκ τοῦ στομάχου, διακρινόμενον εὐθὺς : "περὶ τὴν κατάποσιν. "ὅθεν οὐδ ἐπιφαίνεται τῷ ὑγρῷ τοῦ ξηροῦ περιττώματος οὐδέν, οὔτε χρόᾳ προσεοικὸς οὔτ ὀσμῇ τὸ παράπαν καίτοι φύσιν εἶχεν ἀναμιγνύμενον ἐν τῇ κοιλίᾳ καὶ ἀναδευόμενον ἀναπίμπλασθαι τῶν ἐκείνου ποιοτήτων καὶ μὴ καθαρὸν οὕτως ἀπηθεῖσθαι καὶ ἄχραντον. "ἀλλ οὐδὲ λίθος ἐν κοιλίᾳ πώποτε συνέστη: "καίτοι λόγον εἶχε μηδὲν ἧττον ἢ ἐν κύστει συνίστασθαι καὶ πήγνυσθαι τὸ ὑγρόν, εἴπερ εἰς κοιλίαν ἐχώρει διὰ στομάχου πᾶν τὸ πινόμενον. "ἀλλ ἐοίκεν ὁ μὲν στόμαχος ἐκ τῆς ἀρτηρίας εὐθὺς ἕλκων τοῦ παροδεύοντος ὑγροῦ τὸ ἱκανὸν καὶ τὸ μέτριον ἀποχρῆσθαι πρὸς μάλαξιν καὶ χύλωσιν τῆς τροφῆς, διὸ μηδὲν ὑγροῦ περίττωμα ποιεῖν: "ὁ δὲ πλεύμων ὡσπερεὶ τὸ πνεῦμα καὶ τὸ ὑγρὸν ἐξ αὑτοῦ διανέμων τοῖς δεομένοις τὸ λοιπὸν ἐκκρίνειν εἰς τὴν κύστιν. "εἰκότα γὰρ μακρῷ ταῦτα μᾶλλον ἐκείνων. "τὸ δ ἀληθὲς ἴσως ἄληπτον ἔν γε τούτοις, καὶ οὐκ ἔδει πρὸς φιλόσοφον δόξῃ τε καὶ δυνάμει πρῶτον οὕτως ἀπαυθαδίσασθαι περὶ πράγματος ἀδήλου καὶ τοσαύτην ἀντιλογίαν ἔχοντος.

상위

Quaestiones Convivales

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION