호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πότερον ἀπὸ τῶν εὐτελεστάτων ἀρχόμενοι καὶ μὴ πολλῆς δεομένων δαπάνης μηδὲ πραγματείας·? ἢ παλαιά τις αὕτη χάρις ἀπομνημονεύεται τοῖς ζῴοις ἀπὸ τῶν Κελτικῶν, ὅτι τοὺς βαρβάρους ὑπερβαίνοντας ἤδη τὸ περιτείχισμα τοῦ Καπετωλίου νύκτωρ οἱ χῆνες ᾔσθοντο τῶν κυνῶν καθευδόντων καὶ βοῇ τοὺς φύλακας ἐπήγειραν· ἢ φύλακες ὄντες οἱ τιμηταὶ τῶν μεγίστων, καὶ προσῆκον ἐπισκοπεῖν καὶ πολυπραγμονεῖν αὐτοῖς ἱερὰ καὶ δημόσια καὶ βίους καὶ ἤθη καὶ διαίτας, τὸ φυλακτικώτατον ζῷον εὐθὺς ἐν λόγῳ τίθενται, καὶ ἅμα τῇ τούτων ἐπιμελείᾳ προτρέπονται τοὺς πολίτας μὴ ἀμελεῖν μηδὲ ῥᾳθυμεῖν τῶν ἱερῶν·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기