호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"διὰ τί γυψὶ χρῶνται μάλιστα πρὸς τοὺς οἰωνισμούς·? πότερον ὅτι καὶ Ῥωμύλῳ δώδεκα γῦπες ἐφάνησαν ἐπὶ τῇ κτίσει τῆς Ῥώμης· ἢ ὅτι τῶν ὀρνίθων ἥκιστα συνεχὴς καὶ συνήθης οὗτος· οὐδὲ γὰρ νεοττιᾷ γυπὸς ἐντυχεῖν ῥᾳδίως ἔστιν, ἀλλὰ πόρρωθέν ποθεν ἐξαπίνης καταίρουσι: διὸ καὶ σημειώδης ἡ ἄψις αὐτῶν ἐστιν. ἢ καὶ τοῦτο παρ Ἡρακλέους ἔμαθον· εἰ λέγει ἀληθῶς Ἡρόδωρος, ὅτι πάντων μάλιστα γυψὶν ἐπὶ πράξεως ἀρχῇ φανεῖσιν ἔχαιρεν Ἡρακλῆς, ἡγούμενος δικαιότατον εἶναι τὸν γῦπα τῶν σαρκοφάγων ἁπάντων: πρῶτον μὲν γὰρ οὐδενὸς ἅπτεται ζῶντος οὐδ ἀποκτίννυσιν ἔμψυχον οὐδὲν ὡς ἀετοὶ καὶ ἱέρακες καὶ τὰ νυκτίνομα: χρῆται δὲ τοῖς ἄλλως ἀποθανοῦσιν. ἔπειτα καὶ τούτων τὰ ὁμόφυλα παρίησι πετεινοῦ γὰρ οὐδεὶς ἑώρακε γῦπα γευόμενον, ὡς ἀετοὶ καὶ ἱέρακες μάλιστα τὰ συγγενῆ διώκουσι καὶ κόπτουσι. καίτοι κατ Αἰσχύλον ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών·
ἀνθρώποις δ ὡς ἔπος εἰπεῖν ἀβλαβέστατός ἐστιν, οὔτε καρπὸν ἀφανίζων οὔτε φυτὸν οὔτε ζῷον ἥμερον κακουργῶν. εἰ δ, ὡς Αἰγύπτιοι μυθολογοῦσι, θῆλυ πᾶν τὸ γένος ἐστὶ καὶ κυϊ´σκονται δεχόμενοι καταπνέοντα τὸν ἀπηλιώτην ὥσπερ τὰ δένδρα τὸν ζέφυρον, καὶ παντάπασιν ἀπλανῆ τὰ σημεῖα καὶ βέβαια γίγνεσθαι πιθανόν ἐστιν ἀπ αὐτῶν. ἐν δὲ τοῖς ἄλλοις αἱ περὶ τὰς ὀχείας σοβήσεις ἔτι δ ἁρπαγαὶ καὶ φυγαὶ καὶ διώξεις πολὺ τὸ θορυβῶδες καὶ ἀκατάστατον ἔχουσι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기