- 텍스트

Plutarch, Quaestiones Romanae, section 64

(플루타르코스, Quaestiones Romanae, section 64)

"διὰ τί τὴν τράπεζαν οὐκ εἰών ἀναιρεῖσθαι κενήν, ἀλλὰ πάντως τινὸς ἐπόντος·? πότερον αἰνιττόμενοι τὸ δεῖν ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολιπεῖν καὶ τῆς αὔριον ἐν τῇ σήμερον μνημονεύειν, ἢ νομίζοντες ἀστεῖον εἶναι τὸ συστέλλειν καὶ ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως· ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων, ἢ καὶ πρὸς οἰκέτας φιλάνθρωπον τὸ ἔθος· οὐ γὰρ οὕτω λαμβάνοντες ὡς μεταλαμβάνοντες ἀγαπῶσι, κοινωνεῖν τρόπον τινὰ τραπέζης ἡγούμενοι τοῖς δεσπόταις. ἢ τῶν ἱερῶν οὐδέποτε δεῖ κενὸν οὐθὲν περιορᾶν, ἱερὸν δ ἡ τράπεζα·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION