호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"διὰ τί ταῖς Ιἀνουαρίαις εἰδοῖς περιιέναι δέδοται τοῖς αὐληταῖς τὴν πόλιν ἐσθῆτας γυναικείας φοροῦντας ·? ἢ διὰ τὴν λεγομένην αἰτίαν· μεγάλας γάρ, ὡς ἐοίκε, τιμὰς ἐκαρποῦντο, τοῦ βασιλέως Νομᾶ δόντος αὐτοῖς διὰ τὴν πρὸς τὸ θεῖον ὁσιότητα: ταύτας δ ὕστερον ἀφαιρεθέντες ὑπὸ τῆς ἀνθυπατικῆς δεκαδαρχίας ἀπεχώρησαν ἐκ τῆς πόλεως. ἦν οὖν ἐπιζήτησις αὐτῶν καί τις ἥπτετο δεισιδαιμονία τῶν ἱερέων ἄναυλα θυόντων. ἐπεὶ οὐκ ἐπείθοντο μεταπεμπομένοις ἀλλ ἐν τῷ Τιβοῦρι διέτριβον, ἀνὴρ ἀπελεύθερος κρύφα τοῖς ἄρχουσιν ἐπηγγείλατο κατάξειν αὐτούς. καὶ παρασκευάσας θοίνην ἄφθονον ὡς τεθυκὼς θεοῖς ἐκάλεσε τοὺς αὐλητάς: καὶ γύναια παρῆν ἅμα τῷ πότῳ καὶ παννυχὶς συνεκροτεῖτο παιζόντων καὶ χορευόντων. εἶτ ἐξαίφνης ὁ ἄνθρωπος ἐμβαλὼν λόγον ὡς τοῦ πάτρωνος ἐπιόντος αὐτῷ καὶ ταραττόμενος συνέπεισε τοὺς αὐλητὰς ἀναβάντας ἐφ ἁμάξας δέρρεσι κύκλῳ περικαλυπτομένας εἰς τὸ Τίβουρι κομίζεσθαι. τοῦτο δ ἦν ἀπάτη:
περιαγαγὼν γὰρ τὰς ἁμάξας οὐ συνορῶντας αὐτοὺς διὰ τὸν οἶνον καὶ τὸ σκότος ἔλαθεν εἰς Ῥώμην καταγαγὼν ἅπαντας ἑώθεν: ἐτύγχανον δ οἱ πολλοὶ διὰ τὴν παννυχίδα καὶ τὸν πότον ἐν ἐσθῆσιν ἀνθιναῖς καὶ γυναικείαις ὄντες. διηλλάγησαν, ἐνομίσθη τὴν ἡμέραν ἐκείνην οὕτως ἀμπεχομένους σοβεῖν διὰ τῆς πόλεως.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기