- 텍스트

Plutarch, Quaestiones Romanae, section 54

(플루타르코스, Quaestiones Romanae, section 54)

"διὰ τί τὰ κρεοπώλια μάκελλα καὶ μακέλλας καλοῦσι·? πότερον ἀπὸ τῶν μαγείρων τοὔνομα διαφθαρέν, ὥσπερ ἄλλα πολλά, τῇ συνηθείᾳ κεκράτηκε· καὶ γὰρ τὸ κάππα πρὸς τὸ γάμμα συγγένειαν ἔχει παρ αὐτοῖς: ἀψὲ γὰρ ἐχρήσαντο τῷ γάμμα Καρβιλίου Σπορίου προσεξευρόντος: καὶ τὸ λάμβδα πάλιν τοῖς ἀπολισθάνουσι τοῦ ρ δι ἀμβλύτητα τῆς γλώττης ὑπόκειται τραυλιζόμενον. ἢ καὶ τοῦτο λυτέον τῇ ἱστορίᾳ· λέγεται γὰρ ἐν Ῥώμῃ βίαιον ἄνδρα καὶ λῃστρικὸν γενόμενον καὶ περικόψαντα πολλοὺς, Μάκελλον τοὔνομα, μόγις ἁλῶναι καὶ κολασθῆναι: ἐκ δὲ τῶν χρημάτων αὐτοῦ δημόσιον οἰκοδομηθῆναι κρεοπώλιον ἀπ ἐκείνου κτησάμενον τὴν προσηγορίαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION