- 텍스트

Plutarch, Quaestiones Romanae, section 50

(플루타르코스, Quaestiones Romanae, section 50)

"διὰ τί ὁ ἱερεὺς τοῦ Διός, ἀποθανούσης αὐτῷ τῆς γυναικὸς, ἀπετίθετο τὴν ἀρχήν, ὡς Ἀτήιος ἱστόρηκε·? πότερον ὅτι τοῦ μὴ λαβόντος ὁ λαβὼν εἶτ ἀποβαλὼν γυναῖκα γαμετὴν ἀτυχέστερος· ὁ μὲν γὰρ τοῦ γεγαμηκότος οἶκος τέλειος, ὁ δὲ τοῦ γήμαντος εἶτ ἀποβαλόντος οὐκ ἀτελὴς μόνον ἀλλὰ καὶ πεπηρωμένος. ἤ συνιερᾶται μὲν ἡ γυνὴ τῷ ἀνδρί, ὡς καὶ πολλὰ τῶν ἱερῶν οὐκ ἔστι δρᾶσαι μὴ γαμετῆς συμπαρούσης, τὸ δὲ γαμεῖν εὐθὺς ἑτέραν ἀποβαλόντα τὴν προτέραν οὔτ ἴσως δυνατὸν οὔτ ἄλλως ἐπιεικές· ὅθεν οὐδ ἀποπέμψασθαι πρότερον ἐξῆν, οὐδὲ νῦν, ὡς ἐοίκεν, ἔξεστιν, ἀλλ ἐφ ἡμῶν ἐπέτρεψεν ἐντευχθεὶς Δομετιανός. οἱ δ ἱερεῖς παρεγένοντο τῇ τοῦ γάμου διαλύσει, πολλὰ φρικώδη καὶ ἀλλόκοτα καὶ σκυθρωπὰ δρῶντες. ἧττον δ ἄν τις τοῦτο θαυμάσειε προσιστορήσας ὅτι καὶ τῶν τιμητῶν θατέρου τελευτήσαντος ἔδει καὶ τὸν ἕτερον πεπαῦσθαι τῆς ἀρχῆς: ἀποθανόντος δὲ τιμητοῦ Λιβίου Δρούσου Σκαῦρος Αἰμίλιος συνάρχων οὐκ ἐβούλετο τὴν ἀρχὴν ἀπείπασθαι, μέχρι οὗ τῶν δημάρχων τινὲς αὐτὸν ἐκέλευον εἰς τὸ δεσμωτήριον ἀπάγεσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION