호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"διὰ τί τῷ ἱερεῖ τοῦ Διὸς οὐκ ἔξεστιν ὀμόσαι·? πότερον ὅτι βάσανός τις ἐλευθέρων ὁ ὁρ´κος ἐστί, δεῖ δ ἀβασάνιστον εἶναι καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν τοῦ ἱερέως· ἢ ὅτι περὶ μικρῶν ἀπιστεῖσθαι τὸν τὰ θεῖα καὶ μέγιστα πεπιστευμένον οὐκ εἰκός ἐστιν· ἢ ὅτι πᾶς ὁρ´κος εἰς κατάραν τελευτᾷ τῆς ἐπιορκίας, κατάρα δὲ δύσφημον καὶ σκυθρωπόν· ὅθεν οὐδ ἄλλοις ἐπαρᾶσθαι νομίζεται τοὺς ἱερεῖς. ἐπῃνέθη γοῦν Ἀθήνησιν ἡ ἱέρεια μὴ θελήσασα καταράσασθαι τῷ Ἀλκιβιάδῃ τοῦ δήμου κελεύοντος: ἔφη γὰρ εὐχῆς οὐ κατάρας ἱέρεια γεγονέναι. ἢ κοινὸς ὁ τῆς ἐπιορκίας κίνδυνος, ἂν ἀνὴρ ἀσεβὴς καὶ ἐπίορκος εὐχῶν κατάρχηται καὶ ἱερῶν ὑπὲρ τῆς πόλεως·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기