호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ποιεῖν, οὐ μιμήσομαί σε, ὦ Ἀριστόδημε:? "σὺ μὲν γὰρ ἐφοβήθης τὰ τούτου λέγειν: "ἐγὼ δὲ χρήσομαι τοῖς σοῖς: "ὀρθῶς γάρ μοι διαιρεῖν ἔδοξας εἰς τρία γένη τοὺς ἀνθρώπους, τὸ τῶν ἀδίκων καὶ πονηρῶν, δεύτερον δὲ τὸ τῶν πολλῶν καὶ ἰδιωτῶν, τρίτον δὲ τὸ τῶν ἐπιεικῶν καὶ νοῦν ἐχόντων. "οἱ μὲν οὖν ἄδικοι καὶ πονηροὶ τὰς καθ Αἵδου δίκας καὶ τιμωρίας δεδιότες καὶ φοβούμενοι κακουργεῖν καὶ διὰ τοῦτο μᾶλλον ἡσυχίαν ἄγοντες ἥδιον βιώσονται καὶ ἀταρακτότερον. "οὐ γὰρ Ἐπίκουρος ἄλλῳ τινὶ τῆς ἀδικίας οἰέται δεῖν ἀπείργειν ἢ φόβῳ κολάσεων, ὥστε καὶ προσεμφορητέον ἐκείνοις τῆς δεισιδαιμονίας καὶ κινητέον ἐπ αὐτοὺς ἅμα τὰ ἐξ οὐρανοῦ καὶ γῆς δείματα καὶ χάσματα καὶ φόβους καὶ ὑπονοίας, εἰ μέλλουσιν ἐκπλαγέντες ὑπὸ τούτων ἐπιεικέστερον ἔχειν καὶ πραότερον. "λυσιτελεῖ γὰρ: "αὐτοῖς τὰ μετὰ τὸν θάνατον φοβουμένοις μὴ ἀδικεῖν ἢ ἀδικοῦσιν ἐπισφαλῶς ἐν τῷ βίῳ διάγειν καὶ περιφόβως.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기