호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεῖ μὲν γὰρ ἀμέλει τῆς περὶ θεῶν δόξης ὥσπερ ὄψεως λήμην ἀφαιρεῖν τὴν δεισιδαιμονίαν εἰ δὲ τοῦτ ἀδύνατον, μὴ συνεκκόπτειν μηδὲ τυφλοῦν τὴν πίστιν, ἣν οἱ πλεῖστοι περὶ θεῶν ἔχουσιν.? αὕτη δ ἐστὶν οὐ φοβερά τις οὐδὲ σκυθρωπὴ καθάπερ οὗτοι πλάττουσι, διαβάλλοντες τὴν πρόνοιαν, ὥσπερ παισὶν Ἔμπουσαν ἢ Ποινὴν ἀλιτηριώδη καὶ τραγικὴν ἐπιτετραμμένην. δεδιότες γὰρ ὥσπερ ἄρχοντα χρηστοῖς ἤπιον ἐπαχθῆ δὲ φαύλοις, ἑνὶ φόβῳ, δι ὃν οὐκ ἀδικοῦσι, πολλῶν ἐλευθεροῦνται τῶν ἐπὶ τῷ ἀδικεῖν καὶ παρ αὑτοῖς ἀτρέμα τὴν κακίαν ἔχοντες οἱο῀ν ἀπομαραινομένην ἧττον ταράττονται τῶν χρωμένων αὐτῇ καὶ τολμώντων εἶτ εὐθὺς δεδιότων καὶ μεταβαλλομένων.
ἡ δὲ τῶν πολλῶν καὶ ἀμαθῶν καὶ οὐ πάνυ·
μοχθηρῶν διάθεσις πρὸς τὸν θεὸν ἔχει μὲν ἀμέλει τῷ σεβομένῳ καὶ τιμῶντι μεμιγμένον τινὰ σφυγμὸν καὶ φόβον, καὶ δεισιδαιμονία κέκληται: μυριάκις πλεῖόν ἐστι καὶ μεῖζον αὐτῇ τὸ εὐέλπι καὶ περιχαρὲς καὶ πᾶσαν εὐπραξίας ὄνησιν ὡς ἐκ θεῶν οὖσαν εὐχόμενον καὶ δεχόμενον.
δῆλον δὲ τεκμηρίοις τοῖς μεγίστοις:
οὔτε γὰρ διατριβαὶ τῶν ἐν ἱεροῖς οὔτε καιροὶ τῶν ἑορτασίμων οὔτε πράξεις οὔτ ὄψεις εὐφραίνουσιν ἕτεραι μᾶλλον ὧν ὁρῶμεν ἢ δρῶμεν αὐτοὶ περὶ τοὺς θεούς, ὀργιάζοντες ἢ χορεύοντες ἢ θυσίαις παρόντες ἢ τελεταῖς. οὐ γὰρ ὡς τυράννοις τισὶν ἢ δεινοῖς κολασταῖς ὁμιλοῦσα τηνικαῦτα ἡ ψυχὴ περίλυπός ἐστι καὶ ταπεινὴ καὶ δύσθυμος, ὅπερ εἰκὸς ἦν: ἡδομένῳ μέχρι μέθης καὶ γέλωτος καὶ παιδιᾶς ἐφίησιν ἑαυτήν ἐν μὲν τοῖς ἐρωτικοῖς, ὡς ὁ ποιητὴς εἴρηκε καί τε γέρων καὶ γρῆυς, ἐπὴν χρυσῆς Ἀφροδίτης μνήσωνται, καὶ τοῖσιν ἐπηέρθη φίλον ἦτορ:
γρῆυς οὐδὲ πένης καὶ ἰδιώτης ἀλλὰ καὶ παχυσκελὴς ἀλετρὶς πρὸς μύλην κινουμένη καὶ οἰκότριβες καὶ θῆτες ὑπὸ γήθους καὶ χαρμοσύνης ἀναφέρονται, πλουσίοις δὲ καὶ βασιλεῦσιν ἑστιάσεις καὶ πανδαισίαι τινὲς πάρεισιν ἀεί:
αἱ δ ἐφ ἱεροῖς καὶ θυηπολίαις, καὶ ὅταν ἔγγιστα τοῦ θείου τῇ ἐπινοίᾳ ψαύειν δοκῶσι μετὰ τιμῆς καὶ σεβασμοῦ, πολὺ διαφέρουσαν ἡδονὴν καὶ χάριν ἔχουσι.
ταύτης οὐδὲν ἀνδρὶ μέτεστιν ἀπεγνωκότι τῆς προνοίας.
αὐλὸν μὲν γὰρ ἑτέρων ἑορτῶν καὶ στέφανον ἀφαιροῦμεν, θεοῦ δὲ θυσίᾳ μὴ παρόντος, ὥσπερ ἱερὸν δοχῆς, ἄθεόν ἐστι καὶ ἀνεόρταστον καὶ ἀνενθουσίαστον τὸ λειπόμενον, μᾶλλον δ ὅλον ἀτερπὲς αὐτῷ καὶ λυπηρόν:
ὑποκρίνεται γὰρ εὐχὰς καὶ προσκυνήσεις, οὐδὲν δεόμενος, διὰ τὸν φόβον τῶν πολλῶν καὶ φθέγγεται φωνὰς ἐναντίας οἷς φιλοσοφεῖ:
καὶ θύων μὲν ὡς μαγείρῳ παρέστηκε τῷ ἱερεῖ σφάττοντι, θύσας δ ἄπεισι λέγων τὸ Μενάνδρειον ἔθυον οὐ προσέχουσιν οὐδέν μοι θεοῖς:
μὴ φθονεῖν μηδ ἀπεχθάνεσθαι τοῖς πολλοῖς, οἷς χαίρουσιν ἕτεροι πράττοντες, αὐτοὺς δυσχεραίνοντας πᾶν γὰρ ἀναγκαῖον πρᾶγμ ἀνιηρὸν ἔφυ κατὰ τὸν Εὐήνον.
ᾗ καὶ τοὺς δεισιδαίμονας οὐ χαίροντας ἀλλὰ φοβουμένους οἰόνται θυσίαις καὶ τελεταῖς ὁμιλεῖν, μηδὲν ἐκείνων αὐτοὶ διαφέροντες, εἴ γε δὴ διὰ φόβον ταὐτὰ δρῶσιν, οὐδ ἐλπίδος χρηστῆς ὅσον ἐκεῖνοι μεταλαγχάνοντες, ἀλλὰ μόνον δεδιότες καὶ ταραττόμενοι μὴ φανεροὶ γένωνται τοὺς πολλοὺς παραλογιζόμενοι καὶ φενακίζοντες:
ἑλικτὰ κοὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξ ἐπαμπεχομένοις καὶ ἀποκρυπτομένοις διὰ φόβον ἃς ἔχουσι δόξας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기