- 텍스트

Plutarch, Non posse suaviter vivi secundum Epicurum, section 14

(플루타르코스, Non posse suaviter vivi secundum Epicurum, section 14)

"ἧς οὐ μέτεστι τούτοις, ὡς δέ φασιν οὐδὲ βούλονται μετεῖναι:? "κατατείναντες δὲ τὸ θεωρητικὸν εἰς τὸ σῶμα καὶ κατασπάσαντες ὥσπερ μολιβδίσι ταῖς τῆς σαρκὸς ἐπιθυμίαις οὐδὲν ἀπολείπουσιν ἱπποκόμων ἢ ποιμένων, χόρτον ἢ καλάμην ἤ τινα πόαν προβαλλόντων, ὡς ταῦτα βόσκεσθαι καὶ τρώγειν προσῆκον αὐτῶν τοῖς θρέμμασιν. "ἦ γὰρ οὐχ οὕτως ἀξιοῦσι τὴν ψυχὴν ταῖς τοῦ σώματος ἡδοναῖς κατασυβωτεῖν, ὅσον ἐλπίσαι τι περὶ σαρκὸς ἢ παθεῖν ἢ μνημονεῦσαι χαίρουσαν, οἰκεῖον δὲ μηδὲν μηδ ἡδὺ μηδὲ τερπνὸν ἐξ αὑτῆς λαμβάνειν μηδὲ ζητεῖν ἐῶντες· "καίτοι τί γένοιτ ἂν ἀλογώτερον, ἢ δυεῖν ὄντοιν, ἐξ ὧν ὁ ἄνθρωπος πέφυκε, σώματος καὶ ψυχῆς, ψυχῆς δὲ τάξιν ἡγεμονικωτέραν ἐχούσης, σώματος μὲν ἴδιόν τι καὶ κατὰ φύσιν καὶ οἰκεῖον ἀγαθὸν εἶναι, ψυχῆς δὲ μηδέν, ἀλλὰ τῷ σώματι καθῆσθαι προσβλέπουσαν αὐτὴν καὶ τοῖς μὲν τοῦ σώματος πάθεσιν ἐπιμειδιῶσαν καὶ συνηδομένην καὶ συγχαίρουσαν, αὐτὴν δ ἀκίνητον ἐξ ἀρχῆς καὶ ἀπαθῆ καὶ μηδὲν αἱρετὸν ἔχουσαν μηδ ὀρεκτὸν ὅλως μηδὲ χαρτόν· "ἢ γὰρ ἁπλῶς ἀποκαλυψαμένους ἔδει σαρκοποιεῖν τὸν ἄνθρωπον ὅλον, ὥσπερ ἔνιοι ποιοῦσι τὴν τῆς ψυχῆς οὐσίαν ἀναιροῦντες, ἢ δύο φύσεις ἐν ἡμῖν διαφόρους ἀπολιπόντας ἴδιον ἀπολιπεῖν ἑκατέρας καὶ ἀγαθὸν καὶ κακὸν καὶ οἰκεῖον καὶ ἀλλότριον ὥσπερ ἀμέλει ἑκάστη τῶν αἰσθήσεων πρὸς ἴδιόν τι πέφυκεν αἰσθητόν, εἰ καὶ πάνυ συμπαθοῦσιν ἀλλήλαις. "ἔστι δὲ τῆς ψυχῆς ἴδιον αἰσθητήριον ὁ νοῦς, ᾧ μηδὲν οἰκεῖον ὑποκεῖσθαι, μὴ θέαμα μὴ κίνημα μὴ πάθος συγγενὲς οὗ τυγχάνουσα χαίρειν πέφυκε, πάντων ἀλογώτατόν ἐστιν: "εἰ μή τι νὴ Δία λέληθα συνεπισυκοφαντῶν τοὺς ἄνδρας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION