- 텍스트

Plutarch, Non posse suaviter vivi secundum Epicurum, section 7

(플루타르코스, Non posse suaviter vivi secundum Epicurum, section 7)

"οὐ μόνον τοίνυν ἄπιστον καὶ ἀβέβαιον ἀρχὴν λαμβάνουσι τοῦ ἡδέως ζῆν ἀλλὰ καὶ παντάπασιν εὐκαταφρόνητον καὶ μικράν, εἴπερ αὐτοῖς κακῶν ἀποφυγὴ τὸ χαρτόν ἐστι καὶ τἀγαθόν, ἄλλο δ οὐδὲν διανοεῖσθαί φασιν, οὐδ ὅλως τὴν φύσιν ἔχειν ὅποι τεθήσεται τἀγαθόν, εἰ μὴ μόνον, ὅθεν ἐξελαύνεται τὸ κακὸν αὐτῆς ὥς φησι Μητρόδωρος ἐν τοῖς πρὸς τοὺς Σοφιστάς:? "ὥστε τοῦτ αὐτὸ τἀγαθόν ἐστι, τὸ φυγεῖν τὸ κακόν: "ἔνθα γὰρ τεθήσεται τἀγαθόν, οὐκ ἔστιν, ὅταν μηθὲν ἔτι ὑπεξίῃ μήτ ἀλγεινὸν μήτε λυπηρόν ὅμοια δὲ καὶ τὰ Ἐπικούρου, λέγοντος τὴν τἀγαθοῦ φύσιν ἐξ αὐτῆς τῆς φυγῆς τοῦ κακοῦ καὶ τῆς μνήμης καὶ ἐπιλογίσεως καὶ χάριτος, ὅτι τοῦτο συμβέβηκεν αὐτῷ, γεννᾶσθαι: "τὸ γὰρ ποιοῦν, φησίν, ἀνυπέρβλητον γῆθος τὸ παρ αὑτοῦ πεφυγμένον, μέγα κακόν: φεῦ τῆς μεγάλης ἡδονῆς τῶν ἀνδρῶν καὶ μακαριότητος, ἣν καρποῦνται χαίροντες ἐπὶ τῷ μὴ κακοπαθεῖν μηδὲ λυπεῖσθαι μηδὲ ἀλγεῖν.

καὶ ἰσοθέους ἀποκαλοῦντες αὑτοὺς καὶ δι ὑπερβολὰς καὶ ἀκρότητας ἀγαθῶν εἰς βρόμους καὶ ὀλολυγμοὺς ἐκβακχεύοντες ὑπὸ τῆς ἡδονῆς, ὅτι τῶν ἄλλων περιφρονοῦντες ἐξευρήκασι μόνοι θεῖον ἀγαθὸν καὶ μέγα τὸ μηδὲν ἔχειν κακόν·

ὥστε μήτε συῶν ἀπολείπεσθαι μήτε προβάτων εὐδαιμονίᾳ, τὸ τῇ σαρκὶ καὶ τῇ ψυχῇ περὶ τῆς σαρκὸς ἱκανῶς ἔχειν μακάριον τιθεμένους.

ἐπεὶ τοῖς γε κομψοτέροις καὶ γλαφυρωτέροις τῶν ζῴων οὐκ ἔστι φυγὴ κακοῦ τέλος: ἀλλὰ καὶ πρὸς ᾠδὰς ὑπὸ κόρου τρέπεται καὶ νήξεσι χαίρει καὶ πτήσεσι καὶ ἀπομιμεῖσθαι παίζοντα φωνάς τε παντοδαπὰς καὶ ψόφους ὑφ ἡδονῆς·

καὶ γαυρότητος ἐπιχειρεῖ: καὶ πρὸς ἄλληλα χρῆται φιλοφροσύναις καὶ σκιρτήσεσιν, ὅταν ἐκφύγῃ τὸ κακόν, τἀγαθὸν πεφυκότα ζητεῖν:

μᾶλλον δ ὅλως πᾶν τὸ ἀλγεινὸν καὶ τἀλλότριον ὡς ἐμποδὼν ὄντα τῇ διώξει τοῦ οἰκείου καὶ κρείττονος ἐξωθοῦντα τῆς φύσεως.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION