- 텍스트

Plutarch, Mulierum virtutes, Μήλιαι?

(플루타르코스, Mulierum virtutes, Μήλιαι)

Μήλιοι γῆς χρῄζοντες ἀμφιλαφοῦς Νυμφαῖον ἡγεμόνα τῆς ἀποικίας ἐποιήσαντο, νέον ἄνδρα καὶ κάλλει διαφέροντα: τοῦ δὲ θεοῦ πλεῖν κελεύσαντος αὐτούς, ὅπου δ ἂν ἀποβάλωσι τοὺς κομιστῆρας, ἐκεῖ κατοικεῖν, συνέπεσε τῇ Καρίᾳ προσβαλοῦσιν αὐτοῖς καὶ ἀποβᾶσι τὰς ναῦς ὑπὸ χειμῶνος διαφθαρῆναι. τῶν δὲ Καρῶν οἱ Κρύασσον οἰκοῦντες, εἴτε τὴν ἀπορίαν οἰκτίραντες εἴτε δείσαντες αὐτῶν τὴν τόλμαν, ἐκέλευον οἰκεῖν παρ αὐτοῖς καὶ τῆς χώρας μετέδωκαν: εἶτα πολλὴν ἐν ὀλίγῳ χρόνῳ λαμβάνοντας αὔξησιν ὁρῶντες, ἐπεβούλευον ἀνελεῖν εὐωχίαν τινὰ καὶ θοίνην παρασκευάσαντες.

ἔτυχε δὲ Καρίνη παρθένος ἐρῶσα τοῦ Νυμφαίου καὶ λανθάνουσα τοὺς ἄλλους: ἐκαλεῖτο δὲ Καφένη: πραττομένων δὲ τούτων οὐ δυναμένη τὸν Νυμφαῖον περιορᾶν ἀπολλύμενον, ἐξήγγειλε τὴν διάνοιαν αὐτῷ τῶν πολιτῶν. ὡς οὖν ἧκον οἱ Κρυασσεῖς καλοῦντες αὐτούς, οὐκ ἔφη νόμον ὁ Νυμφαῖος Ἕλλησιν εἶναι βαδίζειν ἐπὶ δεῖπνον ἄνευ γυναικῶν ἀκούσαντες δὲ οἱ Κᾶρες ἐκέλευον ἄγειν καὶ τὰς γυναῖκας. οὕτω δὴ φράσας τὰ πεπραγμένα Μηλίοις ἐκέλευσεν αὐτοὺς μὲν ἀνόπλους ἐν ἱματίοις βαδίζειν, τῶν δὲ γυναικῶν ἑκάστην ξίφος ἐν τῷ κόλπῳ κομίζειν καὶ καθέζεσθαι παρὰ τὸν αὑτῆς.

ἐπεὶ δὲ τοῦ δείπνου μεσοῦντος ἐδόθη τὸ σύνθημα τοῖς Καρσὶ καὶ συνῄσθοντο τὸν καιρὸν οἱ Ἕλληνες, αἱ μὲν γυναῖκες ἅμα πᾶσαι τοὺς κόλπους διέσχον, οἱ δὲ τὰ ξίφη λαβόντες ἐπέθεντο τοῖς βαρβάροις καὶ διέφθειραν αὐτοὺς ἅμα πάντας: κτησάμενοι δὲ τὴν χώραν καὶ τὴν πόλιν ἐκείνην καταβαλόντες, ᾤκισαν ἑτέραν, ἣν Νέαν Κρύασσον ὠνόμασαν. ἡ δὲ Καφένη τῷ Νυμφαίῳ γαμηθεῖσα τιμὴν καὶ χάριν ἔσχε ταῖς εὐεργεσίαις πρέπουσαν.

ἄξιον οὖν ἄγασθαι τῶν γυναικῶν καὶ τὴν σιωπὴν καὶ τὸ θάρσος, καὶ τὸ μηδεμίαν ἐν πολλαῖς μηδ ἄκουσαν ὑπὸ δειλίας κακὴν γενέσθαι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION