호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀννίβου δὲ ἐμβαλόντος εἰς Ἰταλίαν ἐπέμφθη μὲν ὁ Μάρκελλος ἐπὶ Σικελίαν στόλον ἄγων ἐπεὶ δὲ ἡ περὶ Κάννας ἀτυχία συνέπεσε καὶ Ῥωμαίων οὐκ ὀλίγαι μυριάδες ἐν τῇ μάχῃ διεφθάρησαν, ὀλίγοι δὲ σωθέντες εἰς Κανύσιον συνεπεφεύγεσαν, ἦν δὲ προσδοκία τὸν Ἀννίβαν εὐθὺς ἐπὶ τὴν Ῥώμην ἐλᾶν, ὅπερ ἦν κράτιστον τῆς δυνάμεως ἀνῃρηκότα, πρῶτον μὲν ὁ Μάρκελλος ἀπὸ τῶν νεῶν ἔπεμψε τῇ πόλει φυλακὴν πεντακοσίους καὶ χιλίους ἄνδρας, ἔπειτα δόγμα τῆς βουλῆς δεξάμενος εἰς Κανύσιον παρῆλθε, καὶ τοὺς ἐκεῖ συνειλεγμένους παραλαβὼν ἐξήγαγε τῶν ἐρυμάτων ὡς οὐ προησόμενος τὴν χώραν.? Ῥωμαίοις δὲ τῶν ἡγεμονικῶν καὶ δυνατῶν ἀνδρῶν οἱ μὲν ἐτεθνήκεσαν ἐν ταῖς μάχαις, Φαβίου δὲ Μαξίμου τοῦ πλεῖστον ἔχοντος ἀξίωμα πίστεως καὶ συνέσεως, τὸ λίαν ἀπηκριβωμένον ἐν τοῖς ὑπὲρ τοῦ μὴ παθεῖν λογισμοῖς ὡς ἀργὸν ἐπὶ τὰς πράξεις καὶ ἄτολμον ᾐτιῶντο:
καὶ νομίζοντες ἀποχρῶντα τοῦτον ἔχειν πρὸς ἀσφάλειαν, οὐ διαρκῆ δὲ πρὸς ἄμυναν στρατηγόν, ἐπὶ τὸν Μάρκελλον ἀφεώρων, καὶ τὸ θαρραλέον αὐτοῦ καὶ δραστήριον πρὸς τὴν ἐκείνου κεραννύντες καὶ ἁρμόττοντες εὐλάβειαν καὶ πρόνοιαν, ποτὲ μὲν ἀμφοτέρους ἅμα χειροτονοῦντες ὑπάτους, ποτὲ δὲ ἐν μέρει, τὸν μὲν ὕπατον, τὸν δὲ ἀνθύπατον, ἐξέπεμπον.
ὁ δὲ Ποσειδώνιός φησι τὸν μὲν Φάβιον θυρεὸν καλεῖσθαι, τὸν δὲ Μάρκελλον ξίφος, αὐτὸς δὲ ὁ Ἀννίβας ἔλεγε τὸν μὲν Φάβιον ὡς παιδαγωγὸν φοβεῖσθαι, τὸν δὲ Μάρκελλον ὡς ἀνταγωνιστήν ὑφ οὗ μὲν γὰρ κωλύεσθαι κακόν τι ποιεῖν, ὑφ οὗ δὲ καὶ πάσχειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기