호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μάρκελλος δὲ πρὸς οὐδὲν μὲν ἦν μάχης εἶδος ἀργὸς οὐδὲ ἀνάσκητος, αὐτὸς δ ἑαυτοῦ κράτιστος ἐν τῷ μονομαχεῖν γενόμενος οὐδεμίαν πρόκλησιν ἔφυγε, πάντας δὲ τοὺς προκαλεσαμένους ἀπέκτεινεν.? ἐν δὲ Σικελίᾳ τὸν ἀδελφὸν Ὀτακίλιον κινδυνεύοντα διέσωσεν ὑπερασπίσας καὶ ἀποκτείνας τοὺς ἐπιφερομένους, ἀνθ ὧν ὄντι μὲν ἔτι νέῳ στέφανοι καὶ γέρα παρὰ τῶν στρατηγῶν ἦσαν, εὐδοκιμοῦντα δὲ μᾶλλον ἀγορανόμον μὲν ἀπέδειξε τῆς ἐπιφανεστέρας τάξεως ὁ δῆμος, οἱ δὲ ἱερεῖς αὔγουρα. τοῦτο δ ἐστὶν ἱερωσύνης εἶδος, ᾧ μάλιστα τὴν ἀπ οἰωνῶν μαντικὴν ἐπιβλέπειν καὶ παραφυλάττειν νόμος δέδωκεν.
ἠναγκάσθη δὲ ἀγορανομῶν δίκην ἀβούλητον εἰσενεγκεῖν.
ἦν γὰρ αὐτῷ παῖς ὁμώνυμος ἐν ὡρ´ᾳ, τὴν ὄψιν ἐκπρεπής, οὐχ ἧττον δὲ τῷ σωφρονεῖν καὶ πεπαιδεῦσθαι περίβλεπτος ὑπὸ τῶν πολιτῶν τούτῳ Καπετωλῖνος ὁ τοῦ Μαρκέλλου συνάρχων, ἀσελγὴς ἀνὴρ καὶ θρασύς, ἐρῶν λόγους προσήνεγκε. τοῦ δὲ παιδὸς τὸ μὲν πρῶτον αὐτοῦ καθ ἑαυτὸν ἀποτριψαμένου τὴν πεῖραν, ὡς δὲ αὖθις ἐπεχείρησε κατειπόντος πρὸς τὸν πατέρα, βαρέως ἐνεγκὼν ὁ Μάρκελλος προσήγγειλε τῇ βουλῇ τὸν ἄνθρωπον. ὁ δὲ πολλὰς μὲν ἀποδράσεις καὶ παραγραφὰς ἐμηχανᾶτο, τοὺς δημάρχους ἐπικαλούμενος, ἐκείνων δὲ μὴ προσδεχομένων τὴν ἐπίκλησιν ἀρνήσει τὴν αἰτίαν ἔφευγε, καὶ μάρτυρος οὐδενὸς τῶν λόγων γεγονότος ἔδοξε μεταπέμπεσθαι τὸν παῖδα τῇ βουλῇ, παραγενομένου δ ἰδόντες ἐρύθημα καὶ δάκρυον καὶ μεμιγμένον ἀπαύστῳ τῷ θυμουμένῳ τὸ αἰδούμενον, οὐδενὸς ἄλλου δεηθέντες τεκμηρίου κατεψηφίσαντο καὶ χρήμασιν ἐζημίωσαν Καπετωλῖνον, ἐξ ὧν ὁ Μάρκελλος ἀργυρᾶ λοιβεῖα ποιησάμενος τοῖς θεοῖς καθιέρωσεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기