호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ Ῥωμαίων δῆμος ἐν ὅσῳ φόβῳ καί κινδύνῳ καθειστήκει τοῦ πολέμου παρόντος, αἴσθησιν παρέσχε μᾶλλον λυθέντος.? ἅμα γὰρ ἀφεώρων τοὺς Οὐολούσκους ἀναζευγνύοντας οἱ περὶ τὰ τείχη, καί πᾶν εὐθὺς ἱερὸν ἀνεῴγει στεφανηφορούντων ὥσπερ ἐπὶ νίκῃ καί θυόντων. μάλιστα δὲ τῇ περὶ τὰς γυναῖκας ἀγαπήσει καί τιμῇ τῆς τε βουλῆς τοῦ τε πλήθους ἅπαντος ἔνδηλος ἦν ἡ χαρὰ τῆς πόλεως, καί λεγόντων καί νομιζόντων γεγονέναι τῆς σωτηρίας περὶ φανῶς ἐκείνας αἰτίας. ψηφισαμένης δὲ τῆς βουλῆς, ὅ τι ἂν αὑταῖς ἀξιώσωσι γενέσθαι πρὸς δόξαν ἢ χάριν, τοῦτο ποιῆσαι καί παρασχεῖν τοὺς ἄρχοντας, οὐδὲν ἠξίωσαν ἄλλο ἢ Τύχης γυναικείας ἱερὸν ἱδρύσασθαι, τὸ μὲν ἀνάλωμα συμβαλόμεναι παρ αὑτῶν, ἱερουργίας δὲ καί τιμὰς, ὅσαι θεοῖς πρέπουσι, δημοσίᾳ τῆς πόλεως ἀναλαβούσης.
ἐπεὶ δὲ ἡ βουλὴ τὴν μὲν φιλοτιμίαν ἐπῄνεσε, δημοσίαις δὲ δαπάναις ἐποιήσατο τὸν νεὼν καί τὸ ἕδος, οὐδὲν ἧττον αὐταὶ χρήματα συνεισενεγκοῦσαι δεύτερον ἄγαλμα κατεσκεύασαν, ὃ δὴ καί φασι Ῥωμαῖοι καθιστάμενον ἐν τῷ ἱερῷ φθέγξασθαί τι τοιοῦτον:
"θεοφιλεῖ με θεσμῷ γυναῖκες δεδώκατε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기