- 텍스트

Plutarch, Lives, chapter 30

(플루타르코스, Lives, chapter 30)

ὁ δὲ Μάρκιος ἀκούσας ἔτι μᾶλλον ἐξετραχύνθη, καὶ τὴν πολιορκίαν ἀπολιπὼν ἐπὶ τὴν πόλιν ὑπ ὀργῆς ἐχώρει, καὶ περὶ τὰς λεγομένας Κλοιλίας τάφρους κατεστρατοπέδευσε τεσσαράκοντα τῆς πόλεως σταδίους ἀφεστώς.? ὀφθεὶς δὲ φοβερὸς καὶ πολὺν θόρυβον παρασχών, ὅμως ἐν τῷ παρόντι τὴν στάσιν ἔπαυσεν: οὐδεὶς γὰρ ἔτι τοῖς πολλοῖς ἐτόλμησεν ἀντειπεῖν οὔτ ἄρχων οὔτε βουλευτὴς περὶ τοῦ τὸν Μάρκιον κατάγειν, ἀλλ ὁρῶντες ἐν τῇ πόλει διαδρομὰς γυναικῶν καὶ πρὸς ἱεροῖς ἱκεσίας καὶ δάκρυα πρεσβυτῶν καὶ δεήσεις, πάντα δ ἐνδεᾶ τόλμης καὶ σωτηρίων λογισμῶν, συνέγνωσαν ὀρθῶς τὸν δῆμον ἐπὶ τὰς διαλλαγὰς τοῦ Μαρκίου τραπέσθαι, τὴν δὲ βουλὴν τοῦ παντὸς ἁμαρτάνειν, ὅτε παύσασθαι καλῶς εἶχεν ὀργῆς καὶ μνησικακίας, ἀρχομένην. οἱ δὲ πεμφθέντες ἀπὸ βουλῆς ἦσαν μὲν ἐπιτήδειοι τῷ Μαρκίῳ, προσεδέχοντο δὲ πολλὴν περί γε τὰς πρώτας ἀπαντήσεις φιλοφροσύνην παρ ἀνδρὸς οἰκείου καὶ συνήθους, ἐγίνετο τοιοῦτον οὐδέν, ἀλλὰ διὰ τοῦ στρατοπέδου τῶν πολεμίων ἀχθέντες ἐνετύγχανον αὐτῷ μετ ὄγκου καθεζομένῳ καὶ βαρύτητος οὐκ ἀνεκτῆς.

ἔχων δὲ τοὺς πρώτους τῶν Οὐολούσκων περί αὑτόν, ἐκέλευε λέγειν ὧν δεόμενοι τυγχάνουσιν.

εἰπόντων δὲ λόγους ἐπιεικεῖς καὶ φιλανθρώπους ἐν ἤθει τῷ πρέποντι καὶ παυσαμένων, ἀπεκρίνατο τὰ μὲν πικρῶς ὑπὲρ αὑτοῦ καὶ πρὸς ὀργὴν ὧν ἔπαθε, τὰ δ ὑπὲρ τῶν Οὐολούσκων ὡς στρατηγός, ἀποδοῦναι τὰς πόλεις καὶ τὴν χώραν, ὅσην ἀπετέμοντο πολέμῳ, κελεύων, καὶ ψηφίσασθαι Οὐολούσκοις ἰσοπολιτείαν ἥνπερ Λατίνοις: ἄλλην γὰρ οὐκ εἶναι βέβαιον ἢ τὴν ἐπὶ τοῖς ἴσοις καὶ δικαίοις ἀπαλλαγὴν τοῦ πολέμου, χρόνον δὲ βουλῆς ἔδωκεν αὐτοῖς ἡμέρας τριάκοντα:

καὶ τῶν πρέσβεων ἀπελθόντων εὐθὺς ἀνέζευξεν ἐκ τῆς χώρας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION