- 텍스트

Plutarch, Lives, chapter 29

(플루타르코스, Lives, chapter 29)

ἐπεὶ δὲ καὶ Βόλλας πόλιν οὐ πλείους σταδίους ἑκατὸν ἀπέχουσαν τῆς Ῥώμης ἑλὼν χρημάτων πολλῶν ἐκράτησε καὶ πάντας ὀλίγου δεῖν τοὺς ἐν ἡλικίᾳ διέφθειρε, τῶν δὲ Οὐολούσκων οὐδ οἱ μένειν ἐν ταῖς πόλεσι ταχθέντες ἐκαρτέρουν, ἀλλ ἐφέροντο σὺν τοῖς ὅπλοις πρὸς τὸν Μάρκιον, ἕνα στρατηγὸν καὶ μόνον ἄρχοντα ἑαυτῶν γινώσκειν ἐκεῖνον εἶναι λέγοντες, ἦν ὄνομα κατὰ πᾶσαν αὐτοῦ τὴν Ἰταλίαν μέγα καὶ δόξα θαυμαστὴ, τῆς ἀρετῆς ἑνὸς σώματος μεταθέσει τοσοῦτον ἀπεργασαμένης τὸ παράλογον ἐν τοῖς πράγμασι.? τὰ δὲ τῶν Ῥωμαίων οὐδένα κόσμον εἶχε, μάχεσθαι μὲν ἀπεγνωκότων, ἐν δὲ συστάσεσι καὶ λόγοις στασιαστικοῖς ὁσημέραι πρὸς ἀλλήλους ὄντων, ἄχρι οὗ Λαουϊ´νιον ἀπηγγέλθη περιτειχιζόμενον ὑπὸ τῶν πολεμίων, ὅπου καὶ θεῶν ἱερὰ Ῥωμαίοις πατρῴων ἀπέκειτο, καὶ τοῦ γένους ἦσαν αὐτοῖς ἀρχαὶ, διὰ τὸ πρώτην πόλιν ἐκείνην κτίσαι τὸν Αἰνείαν.

ἐκ δὲ τούτου θαυμαστὴ μὲν ἔσχε καὶ ἀθρόα μεταβολὴ γνώμης τὸν δῆμον, ἄτοπος δὲ κομιδῇ καὶ παράλογος τοὺς πατρικίους, ὁ μὲν γὰρ δῆμος ὡρ´μησε λύειν τὴν τοῦ Μαρκίου καταδίκην καὶ καλεῖν αὐτὸν εἰς τὴν πόλιν, ἡ δὲ βουλὴ συναχθεῖσα καὶ σκοποῦσα περὶ τοῦ βουλεύματος ἀπέγνω καὶ διεκώλυσεν, εἴτε πάντως ἐνίστασθαι φιλονεικοῦσα πᾶσιν οἷς ὁ δῆμος ἐσπούδαζεν, εἴτ ἄλλως χάριτι τοῦ δήμου τὸν ἄνδρα μὴ βουλομένη κατελθεῖν, εἴτε κἀκεῖνον αὐτὸν ἤδη πεποιημένη δι ὀργῆς, ὅτι πάντας ἐποίει κακῶς οὐχ ὑπὸ πάντων ἀγνωμονηθείς, καὶ τῆς πατρίδος αὑτὸν ἔδειξεν ἐχθρόν, ἐν ᾗ τὸ κυριώτατον καὶ κράτιστον μέρος ἐγίνωσκε συμπαθοῦν αὐτῷ καὶ συναδικούμενον.

ἐξενεχθείσης δὲ τῆς γνώμης εἰς τοὺς πολλούς, ὁ μὲν δῆμος ἄκυρος ἦν τοῦ ψήφῳ καὶ νόμῳ τι ποιεῖν ἄνευ προβουλεύματος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION