호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δὲ πᾶσα ταχὺ καὶ προθύμως ἡ τῶν Οὐολούσκων δύναμις ἠθροίσθη πολλὴ φανεῖσα, μέρος μὲν ἔγνωσαν ὑπολιπεῖν ταῖς πόλεσιν ὑπὲρ ἀσφαλείας, μέρει δὲ στρατεύειν ἐπὶ τοὺς Ῥωμαίους:? ἑλέσθαι δὲ τῶν ἡγεμονιῶν ὁ Μάρκιος ἔδωκε τῷ Τύλλῳ τὴν ἑτέραν. ὁ δὲ Τύλλος, εἰπὼν ὡς οὐδὲν ἀρετῇ λειπόμενον αὑτοῦ τὸν Μάρκιον ὁρᾷ, τύχῃ δὲ βελτίονι κεχρημένον ἐν ταῖς μάχαις ἁπάσαις, ἐκέλευσεν ἡγεῖσθαι τῶν ἐξιόντων, αὐτὸς δὲ τάς τε πόλεις ὑπομένων φυλάξειν καὶ τοῖς στρατευομένοις ὑπουργήσειν τὰ πρόσφορα, μᾶλλον οὖν ἐπιρρωσθεὶς ὁ Μάρκιος ἐχώρει πρῶτον ἐπὶ Κίρκαιον, πόλιν ἀποικίδα Ῥωμαίων, καὶ ταύτην ἐνδοῦσαν ἑκουσίως οὐδὲν ἠδίκησε. μετὰ δὲ ταύτην ἐπόρθει τὴν Λατίνων χώραν, ἐνταῦθα προσμαχεῖσθαι προσδεχόμενος αὐτῷ τοὺς Ῥωμαίους ὑπὲρ τῶν Λατίνων συμμάχων ὄντων καὶ πολλάκις αὐτοὺς ἐπικαλουμένων, ἐπεὶ δὲ καὶ τὸ πλῆθος ἀπρόθυμον ἐγένετο καὶ τοῖς ὑπάτοις ὀλίγος ἔτι περιῆν τῆς ἀρχῆς χρόνος, ἐν ᾧ κινδυνεύειν οὐκ ἐβούλοντο, καὶ διὰ ταῦτα τοὺς Λατίνους ἀπέπεμψαν, οὕτως ὁ Μάρκιος ἐπ αὐτὰς τάς πόλεις ἦγε, καὶ Τολερίνους καὶ Λαουικανοὺς καὶ Πεδανούς, ἔτι δὲ Βωλανοὺς ἀντιστάντας αὐτῷ κατὰ κράτος ἑλών, τά τε σώματα λείαν ἐποιήσατο καὶ τὰ χρήματα διήρπασε.
τῶν δὲ προστιθεμένων ἐπιμέλειαν ἐποιεῖτο πολλήν, ὅπως μηδ ἄκοντος αὐτοῦ βλάπτοιντο, πορρωτάτω στρατοπεδεύων καὶ τῆς χώρας ἀπεχόμενος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기