호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δὲ κληθεὶς ὁ Μάρκιος καὶ διαλεχθεὶς πρὸς τὸ πλῆθος οὐχ ἧττον ἀπὸ τῶν λόγων ἢ τῶν ὅπλων ἀνὴρ δεινὸς ἐφάνη καὶ πολεμικὸς καὶ τὸ φρονεῖν καὶ τολμᾶν περιττός, ἀποδείκνυται μετὰ Τύλλου στρατηγὸς αὐτοκράτωρ τοῦ πολέμου.? δεδιὼς δὲ τὸν χρόνον ἐν ᾧ παρασκευάσασθαι τοὺς Οὐολούσκους ἔδει, μὴ πολὺς γενόμενος τὸν καιρὸν ἀφέληται τῆς πράξεως, τὰ μὲν ἄλλα τοὺς κατὰ πόλιν δυνατοὺς καὶ ἄρχοντας ἐκέλευε συνάγειν καὶ πορίζειν, αὐτὸς δὲ τοὺς προθυμοτάτους ἄνευ καταλόγου πείσας ἑκόντας αὐτῷ συνεξελθεῖν, ἐνέβαλεν εἰς τὴν τῶν Ῥωμαίων ἄφνω καὶ μηδενὸς προσδοκῶντος.
ὅθεν ηὐπόρησε λείας τοσαύτης ὅσην ἄγοντας καὶ φέροντας καὶ χρωμένους ἐν τῷ στρατοπέδῳ τοὺς Οὐολούσκους ἀπειπεῖν, ἦν δὲ μικρότατον ἔργον αὐτῷ τῆς στρατείας ἐκείνης ἡ εὐπορία καὶ τὸ πολλὰ βλάψαι καὶ κακῶσαι τὴν χώραν οὗ δ ἕνεκα ταῦτ ἔπραττε, μέγα, τὸ τοὺς πατρικίους προσδιαβαλεῖν τῷ δήμῳ.
ὅθεν ἐν διαβολαῖς ἔτι μᾶλλον ἐγένοντο καὶ ταραχαῖς πρὸς ἀλλήλους, οἱ μὲν πατρίκιοι τοῖς πολλοῖς ἐγκαλοῦντες ὡς ἄνδρα δυνατὸν ἀδίκως ἐκβαλοῦσιν, ὁ δὲ δῆμος ἐκείνους ᾐτιᾶτο διὰ μνησικακίαν ἐπάγειν τὸν Μάρκιον, εἶτα πολεμουμένων ἑτέρων θεατὰς καθῆσθαι, φύλακα τοῦ πλούτου καὶ τῶν χρημάτων ἔξω τὸν πόλεμον αὐτὸν ἔχοντας, ταῦτα διαπραξάμενος ὁ Μάρκιος, καὶ μεγάλα πρὸς τὸ θαρρεῖν καὶ καταφρονεῖν τῶν πολεμίων τοὺς Οὐολούσκους ὠφελήσας, ἀπήγαγεν ἀσφαλῶς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기