호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦν δέ τις ἀνὴρ ἐξ Ἀντίου πόλεως διά τε πλοῦτον καὶ ἀνδρείαν καὶ γένους ἐπιφάνειαν ἀξίωμα βασιλικὸν ἔχων ἐν πᾶσιν Οὐολούσκοις, ὄνομα Τύλλος Ἀμφίδιος.? ὑπὸ τούτου μισούμενον Μάρκιος ἑαυτὸν ὡς οὐδένα Ῥωμαίων ἐγίνωσκε: πολλάκις γὰρ ἐν ἀπειλαῖς καὶ προκλήσεσι κατὰ τὰς μάχας γενόμενοι, καὶ κομπάσαντες διά τὸ ἐνάμιλλον οἱᾶ νεανιῶν πολεμικῶν φιλοτιμίαι καὶ ζῆλοι φέρουσιν, ἴδιον προσεκτήσαντο τῷ κοινῷ τὸ κατ ἀλλήλων ἔχθος. οὐ μὴν ἀλλὰ μέγεθός τι φρονήματος ἔχοντα τὸν Τύλλον ὁρῶν, καὶ μάλιστα δὴ Οὐολούσκων ἐπιθυμοῦντα Ῥωμαίους λαβὴν παρασχόντας ἐν μέρει κολοῦσαι, μαρτυρίαν ἀπέλιπε τῷ εἰπόντι:
"θυμῷ μάχεσθαι χαλεπόν ὃ γὰρ ἂν θέλῃ, ψυχῆς ὠνεῖται. λαβὼν γὰρ ἐσθῆτα καὶ σκευὴν ἐν ᾗ μάλιστα μὴ δόξειν ὃς ἦν ἔμελλεν ὁρώμενος, ὥσπερ Ὀδυσσεὺς, ἀνδρῶν δυσμενέων κατέδυ πόλιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기