- 텍스트

Plutarch, Lives, chapter 21

(플루타르코스, Lives, chapter 21)

πλὴν αὐτὸς ὁ Μάρκιος, ἀνέκπληκτος καὶ ἀταπείνωτος, καὶ σχήματι καὶ βαδίσματι καὶ προσώπῳ καθεστηκὼς, ἐν πᾶσι τοῖς ἄλλοις ἐφαίνετο πεπονθόσιν ἀσυμπαθὴς ἑαυτῷ μόνος, οὐχ ὑπὸ λογισμοῦ καὶ πρᾳότητος, οὐδὲ τῷ φέρειν μετρίως τὸ συμβεβηκός, ἀλλ ἐμπαθὴς ὢν ὑπ ὀργῆς καὶ βαρυφροσύνης, ὅπερ ἀγνοοῦσιν οἱ πολλοὶ λύπην οὖσαν.? ὅταν γὰρ εἰς θυμὸν μεταβάλῃ, καθάπερ ἐκπυρωθεῖσα τὸ ταπεινὸν ἀποβάλλει καὶ ἀργόν:

ᾗ καὶ δοκεῖ δραστικὸς ὁ θυμούμενος ὡς θερμὸς ὁ πυρέττων, οἱο῀ν ἐν σφυγμῷ καὶ διατάσει καὶ ὄγκῳ γενομένης τῆς ψυχῆς, Ἐδήλωσε δὲ τοῖς ἔργοις αὐτίκα μάλα τὴν διάθεσιν ταύτην ὁ Μάρκιος. εἰσελθὼν γὰρ οἴκαδε, καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα μετὰ κλαυθμοῦ καὶ βοῆς ὀλοφυρομένας ἀσπασάμενος καὶ κελεύσας μετρίως φέρειν τὸ συμβεβηκός, εὐθὺς ἀπιὼν ἐβάδιζεν ἐπὶ τὰς πύλας.

ἡμέρας δ ὀλίγας ἔν τισιν ἀγροῖς αὐτὸς καθ ἑαυτὸν ὑπὸ πολλῶν διενεχθεὶς διαλογισμῶν, οἱούς ὁ θυμὸς ὑπέβαλλεν, ὥστ οὔτ εἰς καλὸν οὔτε συμφέρον οὐδὲν, ἀλλ ἢ τὸ Ῥωμαίους μετελθεῖν, ἐγίνωσκε πόλεμόν τινα βαρὺν καὶ ὅμορον ἀναστῆσαι ἐπ αὐτούς, ὡρ´μησεν οὖν διαπειρᾶσθαι πρῶτον Οὐολούσκων, ἀκμάζοντας μὲν εἰδὼς ἔτι καὶ σώμασι καὶ χρήμασι, ταῖς δὲ γεγενημέναις ἔναγχος ἥτταις οὐ τοσοῦτον ἀπολωλέναι τῆς δυνάμεως ὅσον ἐγγεγονέναι φιλονεικίας αὐτοῖς καὶ ὀργῆς οἰόμενος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION