- 텍스트

Plutarch, Lives, chapter 13

(플루타르코스, Lives, chapter 13)

ἐνίσταντο δὲ λοιπὸν οἱ περὶ Σικίννιον καὶ Βροῦτον δημαγωγοί, βοῶντες ἔργον ὠμότατον αὐτοὺς τῷ πρᾳοτάτῳ τῶν ὀνομάτων ἀποικίαν προσαγορεύσαντας ἀνθρώπους πένητας ὥσπερ εἰς βάραθρον ὠθεῖν, ἐκπέμποντας εἰς πόλιν ἀέρος τε νοσεροῦ καὶ νεκρῶν ἀτάφων γέμουσαν, ἀλλοτρίῳ δαίμονι καὶ παλαμναίῳ συνοικιζομένους:? εἶτα ὥσπερ οὐκ ἀρκουμένους τούς μὲν ὑπὸ λιμοῦ διολλύναι τῶν πολιτῶν, τούς δὲ λοιμῷ προσβάλλειν, ἔτι καὶ πόλεμον αὐθαίρετον ἐπάγειν, ὅπως μηδὲν κακὸν ἀπῇ τῆς πόλεως, ὅτι δουλεύουσα τοῖς πλουσίοις ἀπεῖπε.

τοιούτων ἀναπιμπλάμενος λόγων ὁ δῆμος οὔτε τῷ καταλόγῳ προσῄει τῶν ὑπάτων πρός τε τὴν ἀποικίαν διεβέβλητο. τῆς δὲ βουλῆς διαπορουμένης ὁ Μάρκιος, ἤδη μεστὸς ὢν ὄγκου καὶ μέγας γεγονὼς τῷ φρονήματι καὶ θαυμαζόμενος ὑπὸ τῶν κρατίστων, φανερὸς ἦν μάλιστα τοῖς δημαγωγοῖς ἀνθιστάμενος, καὶ τὴν μὲν ἀποικίαν ἀπέστειλαν, ἐπιτιμίοις μεγάλοις τούς λαχόντας ἐξελθεῖν ἀναγκάσαντες:

πολλῇ δὲ λείᾳ θρεμμάτων καὶ ἀνδραπόδων περιτυχών, αὑτῷ μὲν οὐδὲν ἐξείλετο, τούς δὲ στρατευσαμένους πολλὰ μὲν ἄγοντας ἔχων, πολλὰ δὲ φέροντας, ἐπανῆλθεν εἰς τὴν Ῥώμην, ὥστε τούς ἄλλους μεταμελομένους καὶ φθονήσαντας τοῖς εὐπορήσασιν ἄχθεσθαι τῷ Μαρκίῳ καὶ βαρύνεσθαι τὴν δόξαν αὐτοῦ καὶ τὴν δύναμιν, ὡς ἐπὶ τὸν δῆμον αὐξομένην.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION