- 텍스트

Plutarch, Lives, chapter 5

(플루타르코스, Lives, chapter 5)

ἤδη δὲ καί δόξαν αὐτοῦ καί δύναμιν ἀπὸ τῆς ἀρετῆς ἐν τῇ πόλει μεγάλην ἔχοντος, ἡ βουλὴ τοῖς πλουσίοις ἀμύνουσα πρὸς τὸν δῆμον ἐστασίασε πολλὰ καί δεινὰ πάσχειν ὑπὸ τῶν δανειστῶν δοκοῦντα.? τοὺς μὲν γὰρ κεκτημένους μέτρια πάντων ἀφῃροῦντο τῶν ὄντων ἐνεχυρασμοῖς καί πράσεσι, τοὺς δὲ παντελῶς ἀπόρους αὐτοὺς ἀπῆγον καί τὰ σώματα καθείργνυσαν αὐτῶν, ὠτειλὰς ἔχοντα τετρωμένων πολλὰς καί πεπονηκότων ἐν ταῖς ὑπὲρ τῆς πατρίδος στρατείαις, ὧν τὴν τελευταίαν ἐδέξαντο πρὸς Σαβίνους, τῶν τε πλουσιωτάτων ἐπαγγειλαμένων μετριάσειν καί τῆς βουλῆς τὸν ἄρχοντα Μάρκον Οὐαλλέριον ἐγγυήσασθαι ψηφισαμένης. καί τινες μὲν ᾤοντο δεῖν ὑφίεσθαι τοῖς πένησι καί χαλάσαι τὸ σύντονον ἄγαν καί νόμιμον, ἔνιοι δ ἀντέτεινον, ὧν ἦν καὶ Μάρκιος, οὐ τὸ τῶν χρημάτων μέγιστον ἡγούμενος, ἀρχὴν δὲ καί πεῖραν ὕβρεως ὄχλου καὶ θρασύτητος ἐπανισταμένου τοῖς νόμοις, εἰ σωφρονοῦσι, παύειν καί σβεννύειν παρακελευόμενος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION