- 텍스트

Plutarch, Lives, chapter 2

(플루타르코스, Lives, chapter 2)

ὁ δὲ Μάρκιος ἑτέρων μᾶλλον ἐμπαθὴς γεγονὼς πρὸς τοὺς πολεμικοὺς ἀγῶνας, εὐθὺς ἐκ παιδὸς τὰ ὅπλα διὰ χειρὸς εἶχε, καὶ τῶν ἐπικτήτων οὐδὲν ἔργον οἰόμενος εἶναι τοῖς μὴ τὸ σύμφυτον ὅπλον καὶ συγγενὲς ἐξηρτυμένον ἔχουσι καὶ παρεσκευασμένον, οὕτως ἤσκησε τὸ σῶμα πρὸς ἅπασαν ἰδέαν μάχης ὥστε καὶ θεῖν ἐλαφρὸν εἶναι καὶ βάρος ἔχειν ἐν λαβαῖς καὶ ἐν διαπάλαις πολέμου δυσεκβίαστον.? οἱ γοῦν ἔριν ἔχοντες εὐψυχίας ἀεὶ καὶ ἀρετῆς πρὸς αὐτόν, ἐν οἷς ἐλείποντο, τὴν τοῦ σώματος ᾐτιῶντο ῥώμην ἄτρεπτον οὖσαν καὶ πρὸς μηδένα πόνον ἀπαγορεύουσαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION