- 텍스트

Plutarch, Galba, chapter 27

(플루타르코스, Galba, chapter 27)

τὸν δέ Γάλβαν, ἀποκλιθέντος τοῦ φορείου περὶ τὸν Κουρτίου καλούμενον λάκκον, ἐκκυλισθέντα τεθωρακισμένον ἔτυπτον ἐπιδραμόντες.? "εἰ τοῦτο τῷ δήμῳ Ῥωμαίων ἄμεινόν ἐστι. πολλὰς μὲν οὖν ἔλαβε πληγὰς εἴς τε τὰ σκέλη καὶ τοὺς βραχίονας, ἀπέσφαξε δὲ αὐτόν, ὡς οἱ πλεῖστοι λέγουσι, Καμούριός τις ἐκ τοῦ πεντεκαιδεκάτου τάγματος, ἔνιοι δὲ Τερέντιον, οἱ δὲ Λεκάνιον ἱστοροῦσιν, οἱ δὲ Φάβιον Φάβουλον, ὃν καί φασιν ἀποκόψαντα τὴν κεφαλὴν κομίζειν τῷ ἱματίῳ συλλαβόντα, διὰ τὴν ψιλότητα δυσπερίληπτον οὖσαν ἔπειτα τῶν σὺν αὐτῷ κρύπτειν οὐκ ἐώντων, ἀλλ ἐκφανῆ πᾶσι ποιεῖν τὴν ἀνδραγαθίαν, περιπείραντα περὶ λόγχην καί ἀναπήλαντα πρεσβύτου πρόσωπον, ἄρχοντός τε κοσμίου καί ἀρχιερέως καί ὑπάτου, δρόμῳ χωρεῖν, ὥσπερ αἱ βάκχαι, πολλάκις μεταστρεφόμενον, καί κραδαίνοντα τὴν λόγχην αἵματι καταρρεομένην.

"οὐδέν ἐστι τοῦτο, ὦ συστρατιῶται, τὴν Πείσωνός μοι κεφαλὴν δείξατε.

μετ ὀλίγον δὲ ἧκε κομιζομένη τρωθεὶς γὰρ ἔφευγεν ὁ νεανίσκος, καί καταδιωχθεὶς ὑπὸ Μούρκου τινὸς ἀπεσφάγη πρὸς τῷ ἱερῷ τῆς Ἑστίας, ἀπεσφάττετο δὲ καί Οὐίνιος ὁμολογῶν κοινωνὸς γεγονέναι τῆς ἐπὶ τὸν Γάλβαν συνωμοσίας:

ἐβόα γὰρ ἀποθνήσκειν παρὰ τὴν Ὄθωνος γνώμην. ἀλλὰ γὰρ καί τούτου τὴν κεφαλὴν ἀποτεμόντες καί Λάκωνος ἐκόμισαν πρὸς τὸν Ὄθωνα δωρεὰς αἰτοῦντες. ὡς δέ φησιν Ἀρχίλοχος, ἑπτὰ γὰρ νεκρῶν πεσόντων, οὓς ἐμάρψαμεν ποσίν, χίλιοι φονῆες ἐσμέν, οὕτως τότε πολλοὶ τοῦ φόνου μὴ συνεφαψάμενοι, χεῖρας δὲ καί ξίφη καθαιμάσσοντες ἐπεδείκνυντο καὶ δωρεὰς ᾔτουν βιβλία διδόντες τῷ Ὄθωνι.

εἴκοσι γοῦν καί ἑκατὸν εὑρέθησαν ὕστερον ἐκ τῶν γραμματίων, οὓς ὁ Οὐϊτέλλιος ἀναζητήσας ἅπαντας ἀπέκτεινεν. ἧκε δὲ καί Μάριος Κέλσος εἰς τὴν παρεμβολήν.

καί πολλῶν αὐτοῦ κατηγορούντων ὅτι τοὺς στρατιώτας ἔπειθε τῷ Γάλβᾳ βοηθεῖν, καί τοῦ πλήθους ἀποκτιννύειν βοῶντος, Ὄθων οὐκ ἐβούλετο: φοβούμενος δὲ ἀντιλέγειν οὐχ οὕτως ἔφη ταχέως ἀποκτενεῖν αὐτόν: εἶναι γὰρ ἃ δεῖ πρότερον ἐκπυθέσθαι παρὰ τοῦ ἀνδρός, ἐκέλευσεν οὖν δήσαντας φυλάττειν, καί παρέδωκε τοῖς μάλιστα πιστευομένοις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION