- 텍스트

Plutarch, Galba, chapter 20

(플루타르코스, Galba, chapter 20)

Σενέκαν δὲ εἶχεν εὔνουν κἀκείνου τὸν Νέρωνα πείσαντος καὶ παραινέσαντος ἐξεπέμφθη Λυσιτανῶν στρατηγὸς ἐπὶ τὸν Ὠκεανόν.? καὶ παρέσχεν ἑαυτὸν οὐκ ἄχαριν οὐδὲ ἐπαχθῆ τοῖς ὑπηκόοις, εἰδὼς φυγῆς ὑποκόρισμα καὶ παρακάλυμμα τὴν ἀρχὴν αὐτῷ δεδομένην. ἀποστάντος δὲ Γάλβα πρῶτος αὐτῷ προσεχώρησε τῶν ἡγεμόνων, καὶ φέρων ὅσον εἶχεν ἐν ἐκπώμασι καὶ τραπέζαις ἄργυρον καὶ χρυσὸν ἔδωκε κατακόψαι ποιουμένῳ νόμισμα, καὶ τῶν οἰκετῶν ἐδωρήσατο τοὺς εἰθισμένους περὶ δίαιταν ἡγεμόνι ἐμμελῶς ὑπουργεῖν.

καὶ τὰ ἄλλα πιστὸς ἦν αὐτῷ, καὶ διδοὺς πεῖραν οὐδενὸς ἧττον ἐδόκει πραγμάτων ἔμπειρος εἶναι: καὶ βαδίζοντι τὴν ὁδὸν ἅπασαν ἐφ ἡμέρας πολλὰς συνοχούμενος διετέλεσεν. ἐν δὲ τῇ συνοδίᾳ καὶ τῇ συνηθείᾳ τὸν Οὐίνιον ἐξεθεράπευσεν ὁμιλίᾳ καὶ δώροις, μάλιστα δὲ τῶν πρωτείων ὑφιέμενος αὐτῷ τό γε μετ ἐκεῖνον δύνασθαι δι ἐκεῖνον εἶχε βεβαίως, τῷ δὲ ἀνεπιφθόνῳ περιῆν, προῖκα συμπράττων πάντα τοῖς δεομένοις, καὶ παρέχων ἑαυτὸν εὐπροσήγορον καὶ φιλάνθρωπον ἅπασι.

τὰ δὲ τὸν Οὐίνιον καὶ τοὺς ἀπελευθέρους παρακαλῶν Ἴκελον καὶ Ἀσιατικόν οὗτοι γὰρ ἦσαν ἐν δυνάμει μάλιστα τῶν περὶ τὴν αὐλήν.

ὁσάκις δὲ τὸν Γάλβαν εἱστία, τὴν παραφυλάττουσαν ἀεὶ σπεῖραν ἐδέκαζε χρυσοῦν ἑκάστῳ διανέμων, οἷς τιμᾶν αὐτὸν ἐδόκει καταπολιτευόμενος καὶ δημαγωγῶν τὸ στρατιωτικόν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION