호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκ δὲ τούτου καί τὰ μετρίως πραττόμενα διαβολὴν εἶχεν, ὡς τὰ πρὸς τοὺς Γαλάτας Οὐϊ´νδικι συναραμένους.? ἐδόκουν γὰρ οὐ φιλανθρωπίᾳ τοῦ αὐτοκράτορος, ἀλλὰ ὠνούμενοι παρὰ Οὐινίου τυγχάνειν ἀνέσεώς τε δασμῶν καί πολιτείας, οἱ μὲν οὖν πολλοὶ διὰ ταῦτα πρὸς τὴν ἡγεμονίαν ἀπηχθάνοντο, τοὺς δὲ στρατιώτας τὴν δωρεὰν μὴ κομιζομένους ἐν ἀρχῇ μὲν ἐλπὶς παρῆγεν ὡς, εἰ καί μὴ τοσοῦτον, ἀλλ ὅσον Νέρων ἔδωκεν, ἀποδώσοντος. ἐπεὶ δὲ μεμφομένους ἀκούσας ἀφῆκε φωνὴν ἡγεμόνι μεγάλῳ πρέπουσαν, εἰπὼν εἰωθέναι καταλέγειν στρατιώτας, οὐκ ἀγοράζειν, πυθομένοις τοῦτο δεινὸν εἰσῆλθε μῖσος καί ἄγριον πρὸς αὐτόν, ἐδόκει γὰρ οὐκ αὐτὸς ἀποστερεῖν μόνος, ἀλλὰ νομοθετεῖν καί διδάσκειν τοὺς μεθ αὑτὸν αὐτοκράτορας.
ἀλλὰ τὸ μὲν ἐν Ῥώμῃ τυφλὸν ἦν ἔτι κίνημα, καί τις αἰδὼς ἅμα πρὸς παρόντα τὸν Γάλβαν ἀμβλύτητα καί μέλλησιν ἐνεποίει τῷ νεωτερισμῷ, καί τὸ μηδεμίαν ἀρχὴν ἐμφανῆ μεταβολῆς ὁρᾶσθαι συνέστελλε καί συνέκρυπτεν ἁμῶς γέ πως τὴν δυσμένειαν αὐτῶν, οἱ δὲ πρότερον ὑπὸ Οὐεργινίῳ γενόμενοι, τότε δὲ ὄντες ὑπὸ Φλάκκῳ περὶ Γερμανίαν, μεγάλων μὲν ἀξιοῦντες αὑτοὺς διὰ τὴν μάχην ἣν ἐμαχέσαντο πρὸς Οὐϊ´νδικα, μηδενὸς δὲ τυγχάνοντες, ἀπαρηγόρητοι τοῖς ἄρχουσιν ἦσαν.
αὑτὸν δὲ τὸν Φλάκκον ὑπὸ συντόνου ποδάγρας ἀδύνατον ὄντα τῷ σώματι καὶ πραγμάτων ἄπειρον ἐν οὐδενὶ λόγῳ τὸ παράπαν ἐποιοῦντο.
"εἰ ἄξιος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기