호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκ τούτου προγράμματι μὲν ἐδήλωσεν ὁ Γάλβας ἡμέραν ἐν ᾗ τὰς κατά μέρος ἐλευθερώσεις ἀποδώσει τοῖς δεομένοις, λαλιὰ δὲ καὶ φήμη προεκπεσοῦσα πλῆθος ἀνθρώπων ἤθροισε προθύμων ἐπὶ τὸν νεωτερισμόν.? οὐκ ἔφθη γοῦν φανερὸς ἐπὶ τοῦ βήματος γενόμενος, καὶ πάντες αὐτὸν ὁμοφώνως αὐτοκράτορα προσεῖπον. ὁ δὲ ταύτην μὲν εὐθὺς οὐ προσεδέξατο τὴν προσηγορίαν, κατηγορήσας δὲ τοῦ Νέρωνος, καὶ τῶν ἀνῃρημένων ἀνδρῶν ὑπ αὐτοῦ τοὺς ἐπιφανεστάτους ὀλοφυράμενος, ὡμολόγησεν ἐπιδώσειν τῇ πατρίδι τὴν ἑαυτοῦ πρόνοιαν, οὔτε Καῖσαρ οὔτε αὐτοκράτωρ, στρατηγὸς δὲ συγκλήτου καὶ δήμου Ῥωμαίων ὀνομαζόμενος.
ὅτι δ ὀρθῶς ὁ Οὐίνδιξ καὶ λελογισμένως ἐξεκαλεῖτο τὸν Γάλβαν ἐπὶ τὴν ἡγεμονίαν, ἐπιστώσατο μάρτυρι τῷ Νέρωνι.
προσποιούμενος γὰρ ἐκείνου καταφρονεῖν καὶ παρ οὐδὲν ἡγεῖσθαι τὰ Γαλατῶν, ἅμα τῷ πυθέσθαι τὰ περὶ Γάλβαν ἔτυχε δὲ λελουμένος καὶ ἀριστῶν ἀνέτρεψε τὴν τράπεζαν. οὐ μὴν ἀλλὰ συγκλήτου ψηφισαμένης πολέμιον τὸν Γάλβαν αὐτός τε παίζειν καὶ θρασύνεσθαι πρὸς τοὺς φίλους βουλόμενος, οὐ φαύλην ἔφη πρόρρησιν ἐμπεπτωκέναι λογισμοῦ δεομένῳ χρημάτων αὐτῷ:
καὶ τὰ μὲν Γαλατῶν, ὅταν ὑποχείριοι γένωνται, λαφυραγωγήσεσθαι, ἡ δὲ Γάλβα πάρεστιν οὐσία χρῆσθαι καὶ πωλεῖν ἤδη πολεμίου πεφηνότος. οὗτός τε δὴ τὰ Γάλβα πιπράσκειν ἐκέλευε, καὶ Γάλβας ἀκούσας, ὅσα Νέρωνος ἦν ἐν Ἰβηρίᾳ κηρύττων εὑρ´ισκε πολλοὺς προθυμοτέρους ὠνητάς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기