- 텍스트

Plutarch, chapter 14

(플루타르코스, chapter 14)

οὐ μὴν ἀλλ οἱ Μακεδόνες ἀδείας μὲν οὔσης ἐφθείροντο πρὸς τοὺς διδόντας, καὶ τάς ἐκείνων θύρας ἐθεράπευον, δορυφορουμένων καὶ στρατηγιώντων:? ἐπεὶ δὲ Ἀντίγονος αὑτοῖς παρεστρατοπέδευσε μετὰ πολλῆς δυνάμεως καὶ τὰ πράγματα φωνὴν ἀφιέντα τὸν ἀληθινὸν ἐκάλει στρατηγόν, οὐ μόνον οἱ στρατευόμενοι τῷ Εὐμενεῖ προσεῖχον, ἀλλὰ καὶ τῶν ἐν εἰρήνῃ καὶ τρυφῇ μεγάλων ἐκείνων ἕκαστος ἐνέδωκε καὶ παρεῖχεν ἑαυτὸν σιωπῇ τὴν δοθεῖσαν φυλάττοντα τάξιν. καὶ γάρ τοι περὶ τὸν Πασιτίγριν ποταμὸν ἐπιχειρήσαντα διαβαίνειν τὸν Ἀντίγονον οἱ μὲν ἄλλοι παραφυλάττοντες οὐδὲ ᾔσθοντο, μόνος δὲ Εὐμενὴς ὑπέστη, καὶ συνάψας μάχην πολλοὺς μὲν κατέβαλε καὶ νεκρῶν ἐνέπλησε τὸ ῥεῖθρον, ἔλαβε δὲ τετρακισχιλίους αἰχμαλώτους, μάλιστα δὲ οἱ Μακεδόνες περὶ τὴν συμβᾶσαν ἀρρωστίαν αὐτῷ καταφανεῖς ἐγένοντο τοὺς μὲν ἄλλους ἑστιᾶν λαμπρῶς καὶ πανηγυρίζειν, ἄρχειν δὲ καὶ πολεμεῖν δυνατὸν ἡγούμενοι μόνον ἐκεῖνον.

ὁ μὲν γὰρ Πευκέστας ἐν τῇ Περσίδι λαμπρῶς αὐτοὺς ἑστιάσας καὶ κατ ἄνδρα διαδοὺς ἱερεῖον εἰς θυσίαν ἤλπιζεν εἶναι μέγιστος:

ὀλίγαις δὲ ὕστερον ἡμέραις τῶν στρατιωτῶν ἐπὶ τοὺς πολεμίους βαδιζόντων, ἐτύγχανεν ὁ Εὐμενὴς ἐκ νόσου τινὸς ἐπισφαλοῦς ἐν φορείῳ κομιζόμενος ἔξω τοῦ στρατεύματος ἐν ἡσυχίᾳ διὰ τάς ἀγρυπνίας. ὡς οὖν αἵ τε τῶν χρυσῶν ὅπλων αὐγαὶ πρὸς τὸν ἥλιον ἐξέλαμψαν ἀπὸ τῶν ἄκρων τοῦ ἀγήματος ἐν τάξει πορευομένων, καὶ τῶν θηρίων τοὺς πύργους ἄνω καὶ τάς πορφύρας εἶδον, ὅσπερ ἦν αὐτοῖς κόσμος εἰς μάχην ἀγομένοις, ἐπιστήσαντες οἱ πρῶτοι τὴν πορείαν ἐβόων Εὐμενῆ καλεῖν αὑτοῖς, οὐ γὰρ ἂν προελθεῖν ἐκείνου μὴ στρατηγοῦντος, καὶ τὰ ὅπλα πρὸς τὴν γῆν ἐρείσαντες ἀλλήλοις μένειν διεκελεύοντο, καὶ τοῖς ἡγεμόσιν ἡσυχίαν ἔχειν, καὶ χωρὶς Εὐμενοῦς μὴ μάχεσθαι μηδὲ κινδυνεύειν πρὸς τοὺς πολεμίους.

ἀκούσας δὲ ὁ Εὐμενὴς ἧκε πρὸς αὐτοὺς δρόμῳ τοὺς κομίζοντας ἐπιταχύνας, καὶ τοῦ φορείου τάς ἑκατέρωθεν αὐλαίας ἀνακαλύψας προὔτεινε τὴν δεξιὰν γεγηθώς.

οἱ δὲ ὡς εἶδον, εὐθὺς ἀσπασάμενοι Μακεδονιστὶ τῇ φωνῇ τάς τε ἀσπίδας ἀνείλοντο καὶ ταῖς σαρίσαις ἐπιδουπήσαντες ἠλάλαξαν, προκαλούμενοι τοὺς πολεμίους ὠς τοῦ ἡγεμόνος αὐτοῖς παρόντος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION