- 텍스트

Plutarch, chapter 8

(플루타르코스, chapter 8)

ταύτην τὴν μάχην Εὐμενὴς ἡμέραις δέκα σχεδόν τι μετὰ τὴν προτέραν ἐνίκησε:? καί δόξῃ μὲν ἤρθη μέγας ἀπ αὐτῆς, ὡς τὰ μὲν σοφίᾳ, τὰ δὲ ἀνδρείᾳ κατειργασμένος, φθόνον δὲ πολὺν ἔσχε καί μῖσος ὁμαλῶς παρά τε τοῖς συμμάχοις καί τοῖς πολεμίοις, ὡς ἔπηλυς ἀνὴρ καί ξένος ὅπλοις καί χερσὶ τῶν Μακεδόνων τὸν πρῶτον αὐτῶν καί δοκιμώτατον ἀνῃρηκώς. ἀλλ εἰ μὲν ἔφθη Περδίκκας πυθόμενος τὴν Κρατεροῦ τελευτήν, οὐκ ἂν ἄλλος ἐπρώτευσε Μακεδόνων νυνὶ δὲ ἀνῃρημένου Περδίκκου κατὰ στάσιν ἐν Αἰγύπτῳ δυσὶν ἡμέραις πρότερον ἧκεν οὗτος ὁ περὶ τῆς μάχης λόγος εἰς τὸ στρατόπεδον, καί πρὸς ὀργὴν εὐθὺς οἱ Μακεδόνες θάνατον τοῦ Εὐμενοῦς κατέγνωσαν.

ἀπεδείχθη δὲ τοῦ πολέμου τοῦ πρὸς αὐτὸν Ἀντίγονος μετὰ Ἀντιπάτρου στρατηγός. ἐπεὶ δὲ Εὐμένης τοῖς βασιλικοῖς ἱπποφορβίοις περὶ τὴν Ἴδην νεμομένοις ἐπιτυχὼν καί λαβὼν ἵππους ὅσων ἔχρῃζε τοῖς ἐπιμεληταῖς τὴν γραφὴν ἔπεμψε, λέγεται γελάσαι τὸν Ἀντίπατρον καί εἰπεῖν ὅτι θαυμάζει τὸν Εὐμενῆ τῆς προνοίας, ἐλπίζοντα λόγον αὐτοῖς ἀποδώσειν τῶν βασιλικῶν ἢ λήψεσθαι παρ αὐτῶν.

περὶ δὲ τὰς Σάρδεις ἐβούλετο μὲν ἱπποκρατῶν ὁ Εὐμένης τοῖς Λυδοῖς ἐναγωνίσασθαι πεδίοις, ἅμα καί τῇ Κλεοπάτρᾳ τὴν δύναμιν ἐπιδεῖξαι φιλοτιμούμενος:

αὐτῆς δὲ ἐκείνης δεηθείσης ἐφοβεῖτο γὰρ αἰτίαν τινὰ λαβεῖν ὑπὸ τῶν Περὶ τὸν Ἀντίπατρον ἐξήλασεν εἰς τὴν ἄνω Φρυγίαν καί διεχείμαζεν ἐν Κελαιναῖς: "τὸ λεγόμενον, ὀλέθρου δὲ οὐθεὶς λόγος. τοῖς δὲ στρατιώταις ὑποσχόμενος ἐν τρισὶν ἡμέραις τὸν μισθὸν ἀποδώσειν ἐπίπρασκεν ἐν αὐτοῖς τὰς κατὰ τὴν χώραν ἐπαύλεις καί τετραπυργίας σωμάτων καί βοσκημάτων γεμούσας.

ὁ δὲ πριάμενος ἡγεμὼν τάγματος ἢ ξεναγός ὄργανα καί μηχανὰς τοῦ Εὐμένους παρέχοντος ἐξεπολιόρκει: καί πρὸς τὸν ὀφειλόμενον μισθὸν οἱ στρατιῶται διενέμοντο τῶν ἁλισκομένων ἕκαστον. ἐκ δὴ τούτου πάλιν ὁ Εὐμένης ἠγαπᾶτο καί ποτε γραμμάτων ἐν τῷ στρατοπέδῳ φανέντων ἃ διέρριψαν οἱ τῶν πολεμίων ἡγεμόνες, ἑκατὸν τάλαντα καί τιμὰς διδόντες τῷ κτείναντι τὸν Εὐμενῆ, σφόδρα παρωξύνθησαν οἱ Μακεδόνες, καί δόγμα ποιοῦνται χιλίους τῶν ἡγεμονικῶν Περὶ αὐτὸν ἀεὶ δορυφοροῦντας εἶναι καί φυλάττειν ἐν περιόδῳ καί παρανυκτερεύειν.

οἱ δὲ ἐπείθοντο, καὶ τιμὰς ἠγάπων παρ αὐτοῦ λαμβάνοντες ἃς οἱ φίλοι παρά τῶν βασιλέων, ἐξῆν γὰρ Εὐμενεῖ καί καυσίας ἁλουργεῖς καί χλαμύδας διανέμειν, ἥτις ἦν δωρεὰ βασιλικωτάτη παρά Μακεδόσι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION