호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ μὴν ἀλλ ὁ Περδίκκας ἐφ ἃ μὲν ὡρ´μητο πιστεύων δι αὑτοῦ προσάξεσθαι, τὰ δὲ ὑπολειπόμενα δεῖσθαι δραστηρίου τε καὶ πιστοῦ φύλακος οἰόμενος, ἀπέπεμψεν ἐκ Κιλικίας τὸν Εὐμενῆ, λόγῳ μὲν ἐπὶ τὴν ἑαυτοῦ σατραπείαν, ἔργῳ δὲ τὴν ὅμορον Ἀρμενίαν τεταραγμένην ὑπὸ Νεοπτολέμου διὰ χειρὸς ἕξοντα.? τῶν δὲ περὶ αὑτὸν οἷς μάλιστα ἐπίστευεν ὠνητοὺς διανέμων ἵππους, φιλοτιμίαις τε καὶ δωρεαῖς τὰ φρονήματα παροξύνων καὶ τὰ σώματα κινήσεσι καὶ μελέταις διαπονῶν, ὥστε τοὺς μὲν ἐκπλαγῆναι, τοὺς δὲ θαρρῆσαι τῶν Μακεδόνων, ὁρῶντας ὀλίγῳ χρόνῳ περὶ αὑτὸν ἠθροισμένους ἱππεῖς οὐκ ἐλάττους ἑξακισχιλίων καὶ τριακοσίων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기