호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦν γὰρ αὐτοῖς πατρική τις ἐκ πολιτικῶν διαφορῶν ὑποψία πρὸς ἀλλήλους:? καί πολλάκις ὁ Εὐμενὴς ἐγεγόνει φανερὸς κατηγορῶν τοῦ Ἑκαταίου τυραννοῦντος καί παρακαλῶν Ἀλέξανδρον ἀποδοῦναι τοῖς Καρδιανοῖς τὴν ἐλευθερίαν. διὸ καί τότε τοῦ Εὐμενοῦς παραιτουμένου τὴν ἐπὶ τοὺς Ἕλληνας στρατείαν, καὶ δεδιέναι φάσκοντος Ἀντίπατρον, μήπως Ἑκαταίῳ χαριζόμενος καί πάλαι μισῶν αὐτὸν ἀνέλῃ, πιστεύσας ὁ Λεόννατος οὐδὲν ὧν ἐφρόνει πρὸς αὐτὸν ἀπεκρύψατο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기