- 텍스트

Plutarch, chapter 3

(플루타르코스, chapter 3)

ἀποθανόντος δὲ Ἀλεξάνδρου καί τῆς φάλαγγος διεστώσης πρὸς τοὺς ἑταίρους, τῇ μὲν γνώμῃ τούτοις προσένειμεν ἑαυτὸν ὁ Εὐμενής, τῷ δὲ λόγῳ κοινός τις ἦν πρὸς ἀμφοτέρους καί ἰδιώτης, ὡς οὐδὲν αὐτῷ προσῆκον ξένῳ ὄντι πολυπραγμονεῖν ἐν ταῖς Μακεδόνων διαφοραῖς.? καί τῶν ἄλλων ἑταίρων ἐκ Βαβυλῶνος ἀνασκευασαμένων αὐτὸς ὑπολειφθεὶς ἐν τῇ πόλει κατεπράϋνε πολλοὺς τῶν πεζῶν καί πρὸς τὰς διαλύσεις ἡδίους ἐποίησεν. ἐπεὶ δὲ ἀναμιχθέντες ἀλλήλοις οἱ στρατηγοὶ καί καταστάντες ἐκ τῶν πρώτων ταραχῶν διενέμοντο σατραπείας καί στρατηγίας, Εὐμενὴς λαμβάνει Καππαδοκίαν καί Παφλαγονίαν καὶ τὴν ὑποκειμένην τῇ Ποντικῇ θαλάττῃ μέχρι Τραπεζοῦντος, οὔπω τότε Μακεδόνων οὖσαν, Ἀριαράθης γὰρ αὐτῆς ἐβασίλευεν, ἀλλ ἔδει Λεοννάτον καὶ Ἀντίγονον χειρὶ μεγάλῃ τὸν Εὐμενῆ κατάγοντας ἀποδεῖξαι τῆς χώρας σατράπην.

Ἀντίγονος μὲν ὀὗν οὐ προσέσχε τοῖς γραφεῖσιν ὑπὸ Περδίκκου, μετέωρος ὢν ἤδη καί περιφρονῶν ἁπάντων, Λεοννάτος δὲ κατέβη μὲν ἄνωθεν εἰς Φρυγίαν ἀναδεξόμενος Εὐμενεῖ τὴν στρατείαν:

Ἑκαταίου δὲ τοῦ Καρδιανῶν τυράννου τος αὐτῷ καί δεομένου βοηθεῖν μᾶλλον Ἀντιπάτρῳ καί Μακεδόνων τοῖς ἐν Λαμίᾳ πολιορκουμένοις, ὡρ´μητο διαβαίνειν καί τὸν Εὐμενῆ παρεκάλει καί διήλλαττε πρὸς τὸν Ἑκαταῖον. ἦν γὰρ αὐτοῖς πατρική τις ἐκ πολιτικῶν διαφορῶν ὑποψία πρὸς ἀλλήλους:

καί πολλάκις ὁ Εὐμενὴς ἐγεγόνει φανερὸς κατηγορῶν τοῦ Ἑκαταίου τυραννοῦντος καί παρακαλῶν Ἀλέξανδρον ἀποδοῦναι τοῖς Καρδιανοῖς τὴν ἐλευθερίαν. διὸ καί τότε τοῦ Εὐμενοῦς παραιτουμένου τὴν ἐπὶ τοὺς Ἕλληνας στρατείαν, καὶ δεδιέναι φάσκοντος Ἀντίπατρον, μήπως Ἑκαταίῳ χαριζόμενος καί πάλαι μισῶν αὐτὸν ἀνέλῃ, πιστεύσας ὁ Λεόννατος οὐδὲν ὧν ἐφρόνει πρὸς αὐτὸν ἀπεκρύψατο. λόγος μὲν γὰρ ἦν ἡ βοήθεια καί πρόφασις, ἐγνώκει δὲ διαβὰς εὐθὺς ἀντιποιεῖσθαι Μακεδονίας:

καί τινας ἐπιστολὰς ἔδειξε Κλεοπάτρας μεταπεμπομένης αὐτὸν εἰς Πέλλαν ὡς γαμησομένης. ὁ δ Εὐμενής, εἴτε τὸν Ἀντίπατρον δεδοικώς εἴτε τὸν Λεοννάτου ἔμπληκτον ὄντα καί φορᾶς μεστὸν ἀβεβαίου καί ὀξείας ἀπογνούς, νύκτωρ ἀνέζευξε τὴν ἑαυτοῦ λαβὼν ἀποσκευήν. εἶχε δὲ τριακοσίους μὲν ἱππεῖς, διακοσίους δὲ τῶν παίδων ὁπλοφόρους, ἐν δὲ χρυσοῖς εἰς ἀργυρίου λόγον τάλαντα πεντακισχίλια. φυγὼν δὲ οὕτως πρὸς Περδίκκαν καί τὰ Λεοννάτου βουλεύματα κατειπών εὐθὺς μὲν ἴσχυε μέγα παρ αὐτῷ καί τοῦ συνεδρίου μετεῖχεν, ὀλίγον δὲ ὕστερον εἰς Καππαδοκίαν κατήχθη μετὰ δυνάμεως, αὐτοῦ Περδίκκου παρόντος καί στρατηγοῦντος.

Ἀριαράθου δὲ ληφθέντος αἰχμαλώτου καί τῆς χώρας ὑποχειρίου γενομένης ἀποδείκνυται σατράπης.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION