호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀμέτρως καὶ λειβόμενον, εἶτα πάλιν ἐξ ἀφροδισίων καὶ οἴνου διάλυτον καὶ μαλακὸν εἰς ἀγορὰν ἢ αὐλὴν ἤ τινα πραγματείαν διαπύρου καὶ συντόνου δεομένην σπουδῆς ἐλαυνόμενον.? ποιῆσαι τὸν ἰατρόν:
οἱ δὲ πολλοὶ τοῦ παντὸς ἁμαρτάνουσιν, ὅταν ἐν κόποις καὶ πόνοις καὶ ἐνδείαις γένωνται, μάλιστα ταῖς ἡδοναῖς ἐξυγραίνειν καὶ ἀνατήκειν τὰ σώματα παραδιδόντες, αὖθις δὲ μετὰ τὰς ἡδονὰς οἱο῀ν ἐπιστρὲφοντες καὶ κατατείνοντες. ἡ γὰρ φύσις οὐ ζητεῖ τοιαύτην ἀνταπόδοσιν τοῦ σώματος.
καὶ ἀνελεύθερον ἐκ τῶν ἐπιπόνων ὥσπερ οἱ ναῦται πρὸς ἡδονὰς καὶ ἀπολαύσεις ὕβρει φερόμενον καὶ μετὰ τὰς ἡδονὰς πάλιν ἐπ ἐργασίας καὶ πορισμοὺς ὠθούμενον οὐκ ἐᾷ λαβεῖν τὴν φύσιν ἧς μάλιστα δεῖται καταστάσεως καὶ γαλήνης, ἀλλ ἐξίστησι καὶ ταράττει διὰ τὴν ἀνωμαλίαν.
οἱ δὲ νοῦν ἔχοντες ἣκιστα μὲν ἡδονὰς πονοῦντι τῷ σώματι προσφέρουσιν οὐ γὰρ δέονται τὸ παράπαν οὐδὲ μέμνηνται τῶν τοιούτων πρὸς τῷ καλῷ τῆς πράξεως τὴν διάνοιαν ἔχοντες, καὶ τῷ χαίροντι τῆς:
ψυχῆς ἢ σπουδάζοντι τὰς ἄλλας ἐξαμαυροῦντες ἐπιθυμίας.
"τίς δὲ σχολὴ τῷ ἀνδρὶ τούτῳ νῦν ἀπεπτεῖν ἢ μεθύειν ἢ λαγνεύειν·
πόνων τοὺς ἀχρήστους καὶ μᾶλλον ἔτι τῶν ἡδονῶν τὰς οὐκ ἀναγκαίας ὡς τῇ φύσει πολεμίας φυλαττόμενοι καὶ φεύγοντες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기