호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀνάγκης οὐ κινητέον, ὥσπερ οἱ πολλοὶ κενώσεως ἕνεκα πληροῦντες τὸ σῶμα καὶ πάλιν πληρώσεως κενοῦντες παρὰ φύσιν, ταῖς πλησμοναῖς οὐχ ἧττον ἢ ταῖς ἐνδείαις ἀνιώμενοι, μᾶλλον δ ὅλως τὴν μὲν πλήρωσιν ὡς κώλυσιν ἀπολαύσεως βαρυνόμενοι, τὴν δ ἔνδειαν ὡς χώραν ἀεὶ ταῖς ἡδοναῖς παρασκευάζοντες.? τὸ γὰρ βλαβερὸν ἐν τούτοις προὖπτόν ἐστι:
ταραχάς τε γὰρ ἀμφότερα τῷ σώματι παρέχεται καὶ σπαραγμούς· . ἴδιον δὲ τῷ μὲν ἐμέτῳ κακὸν πρόσεστι τὸ τὴν ἀπληστίαν αὔξειν τε καὶ τρέφειν: γὰρ αἱ πεῖναι καθάπερ τὰ κοπτόμενα ῥεῖθρα τραχεῖαι καὶ χαραδρώδεις, καὶ βίᾳ τὴν τροφὴν ἕλκουσιν ἀεὶ λυττῶσαι, οὐκ ὀρέξεσιν ἐοικυῖαι σιτίων δεομέναις ἀλλὰ φλεγμοναῖς φαρμάκων καὶ καταπλασμάτων.
καὶ πολὺν ἔχουσαι σφυγμὸν καὶ οἶστρον ἐν ταῖς ἀπολαύσεσι λαμβάνουσιν αὐτούς, διατάσεις δὲ καὶ πληγαὶ πόρων καὶ πνευμάτων ἐναπολήψεις διαδέχονται, μὴ περιμένουσαι τὰς κατὰ φύσιν ἐξαγωγάς, ἀλλ ἐπιπολάζουσαι τοῖς σώμασιν ὥσπερ ὑπεράντλοις σκάφεσι, φορτίων ἐκβολῆς οὐ περιττωμάτων δεομένοις.
αἱ δὲ περὶ τὴν κάτω κοιλίαν ἐκταράξεις διὰ φαρμακείας φθείρουσαι καὶ τήκουσαι τὰ ὑποκείμενα πλείονα ποιοῦσι περίττωσιν ἢ ἐξάγουσιν.
σύνοικον, Ἀράβων ἐμπλήσειε καὶ Σκυθῶν τὴν πόλιν ἐπηλύδων, οὕτως ἔνιοι τοῦ παντὸς διαμαρτάνουσιν ἐπ ἐκβολῇ περιττωμάτων συνήθων καὶ συντρόφων ἐμβάλλοντες ἔξωθεν εἰς τὸ σῶμα κόκκους τινὰς Κνιδίους καὶ σκαμωνίαν καὶ δυνάμεις ἄλλας ἀσυγκράτους καὶ ἀγρίας καὶ καθαρμοῦ δεομένας μᾶλλον ἢ καθῆραι τὴν φύσιν δυναμένας.
ἄριστον μὲν οὖν τὸ μετρίᾳ διαίτῃ καὶ σώφρονι τὸ σῶμα ποιεῖν περὶ τε πληρώσεις καὶ κενώσεις αὐτοτελὲς ἀεὶ καὶ σύμμετρον:
μηδὲν ἐκταράττοντας ἀλλ ὅσον ἀπεψίαν διαφυγεῖν αὐτόθεν ἀφιέντας ἀπραγμόνως τῷ πλεονάζοντι τὴν ἀπέρασιν.
ὡς γὰρ τὰ ὀθόνια ῥύμμασι καὶ χαλαστραίοις πλυνόμενα μᾶλλον ἐκτρίβεται τῶν ὑδατοκλύστων, οὕτως οἱ μετὰ φαρμάκων ἔμετοι λυμαίνονται τῷ σώματι καὶ διαφθείρουσιν.
ὑφισταμένης δὲ κοιλίας οὐδὲν φάρμακον οἱᾶ τῶν σιτίων ἔνια μαλακὰς ἐνδιδόντα προθυμίας καὶ διαλύοντα πράως, ὧν ἥ τε πεῖρα πᾶσι συνήθης καὶ ἡ χρῆσις ἄλυπος. καὶ φθαρτικὰς φαρμακείας, ἐφ ἃς οἱ πολλοὶ φέρονται προχείρως, καθάπερ ἀκόλαστοι γυναῖκες, ἐκβολίοις χρώμεναι καὶ φθορίοις ὑπὲρ τοῦ πάλιν πληροῦσθαι καὶ ἡδυπαθεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기