- 텍스트

Plutarch, De tuenda sanitate praecepta, chapter, section 20

(플루타르코스, De tuenda sanitate praecepta, chapter, section 20)

τοὺς μὲν οὖν Λυδοὺς ἐν τῷ λιμῷ λέγουσι διαγαγεῖν παρ ἡμέραν τρεφομένους, εἶτα παίζοντας καὶ κυβεύοντας:? ἐν καιρῷ δεομένῳ βραδυτέρου δείπνου διάγραμμα παρακείμενον ἤ τι βιβλίδιον ἢ λύριον οὐ προϊένται τῇ γαστρὶ λεηλατούμενον, ἀλλ ἀποστρέφων συνεχῶς καὶ μεταφέρων ἐπὶ ταῦτα τὴν διάνοιαν ἀπὸ τῆς τραπέζης ὥσπερ Ἁρπυίας τὰς ὀρέξεις διασοβήσει ταῖς Μούσαις.

αὐτοῦ, γράμμασι καὶ βιβλίοις ἀγνώμονα καὶ δυσπαραίτητον ἐπιθυμίαν ἀνιέντος ἀτρέμα καὶ χαλῶντος.

τῶν μὲν γὰρ παρὰ τῷ Μενάνδρῳ νεανίσκων ὑπὸ τοῦ πορνοβοσκοῦ παρὰ πότον ἐπιβουλευομένων καλὰς καὶ πολυτελεῖς εἰσάγοντος ἑταίρας ἕκαστος, ὥς φησι.

κύψας καθ αὑτὸν τῶν τραγημάτων ἔφλα , φυλαττόμενος καὶ φοβούμενος ἐμβλέπειν οἱ δὲ φιλόλογοι πολλὰς καὶ καλὰς καὶ ἡδείας ἀπόψεις καὶ ἀποστροφὰς ἔχουσιν, ἄνπερ ἄλλως μὴ δύνωνται τὸ κυνικὸν καὶ θηριῶδες τῶν ὀρέξεων κατέχειν παρακειμένης τραπέζης.

τὴν κεφαλὴν τότε φοβητέον, ὅταν τὸν Ἰνδὸν ἀναλύειν ἢ διαλέγεσθαι περὶ τοῦ Κυριεύοντος ἐν δείπνῳ μέλλωμεν.

τὸν μὲν γὰρ ἐγκέφαλον τοῦ φοίνικος, γλυκὺν ὄντα τῶν σφόδρα κεφαλαλγῶν λέγουσιν εἶναι:

μὲν οὐδαμῶς κεφαλαλγὲς δὲ καὶ κοπῶδες ἰσχυρῶς ἐστιν. ἀλλ ἀπιόντας ἐν τῷ ξυστῷ ταῦτα καὶ ταῖς παλαίστραις διαλέγεσθαι τοῖς ἀθληταῖς, οὓς τῶν βιβλίων ἐξελόντες ἀεὶ διημερεύειν ἐν σκώμμασι καὶ βωμολοχίαις ἐθίζοντες, ὡς ὁ κομψὸς Ἀρίστων ἔλεγε, τοῖς ἐν γυμνασίῳ κίοσιν ὁμοίως λιπαροὺς πεποιήκασι καὶ λιθίνους.

παγκρατίοις τοῦτο ποιοῦσιν ἀλλὰ βληχροῖς περιπάτοις καὶ χορείαις ἐμμελέσιν, οὕτω καὶ ἡμεῖς οἰησόμεθα δεῖν τὰς ψυχὰς διαφέρειν μετὰ τὸ δεῖπνον μήτε πράγμασι μήτε φροντίσι μήτε σοφιστικοῖς ἀγῶσι πρὸς ἅμιλλαν ἐπιδεικτικὴν ἢ νικητικὴν περαινομένοις.

ὡς Ὅμηρος ἔφη, καὶ μὴ ἀντίτυπον.

τὰς δ ἐν ἱστορικαῖς καὶ ποιητικαῖς ζητήσεσι διατριβὰς οὐκ ἀηδῶς ἔνιοι δευτέρας τραπέζας ἀνδράσι φιλολόγοις καὶ φιλομούσοις: προσεῖπον.

καὶ μυθολογίαι, καὶ τὸ περὶ αὐλοῦ τι καὶ λύρας ἀκοῦσαι καὶ εἰπεῖν ἐλαφρότερον ἢ λύρας αὐτῆς φθεγγομένης ἀκούειν καὶ αὐλοῦ.

καιροῦ τὸ τῆς τροφῆς καθισταμένης ἀτρέμα καὶ συμπνεούσης τὴν πέψιν ἐγκρατῆ γενέσθαι καὶ ὑπερδέξιον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION