호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χρηστέον, ἀλλ ὡς σιτίῳ δύναμιν ἐμβριθῆ καὶ πολύτροφον ἔχοντι.? πρὸς δὲ τὸν οἶνον ἅπερ Εὐριπίδης πρὸς τὴν Ἀφροδίτην διαλεκτέον εἰής μοι, μέτριον δέ πως εἰής, μηδ ἀπολείποις καὶ γὰρ ποτῶν ὠφελιμώτατόν ἐστι καὶ φαρμάκων ἥδιστον καὶ ὄψων ἀσικχότατον, ἂν τύχῃ τῆς πρὸς τὸν καιρὸν εὐκρασίας μᾶλλον ἢ τῆς πρὸς τὸ ὕδωρ.
ὕδωρ δ οὐ μόνον τὸ μιγνύμενον πρὸς οἶνον, ἀλλὰ καὶ τὸ καθ ἑαυτὸ τοῦ κεκραμένου μεταξὺ πινόμενον ἀβλαβέστερον ποιεῖ τὸ κεκραμένον.
καὶ δύο καὶ τρία ποτήρια, τήν τε δύναμιν τοῦ οἴνου ποιοῦντα μαλακωτέραν καὶ τοῦ σώματος συνήθη τὴν ὑδροποσίαν, ὅπως, ὅταν ἐν χρείᾳ γένηται, μὴ ξενοπαθῇ μηδ ἀπαναίνηται.
συμβαίνει γὰρ ἐνίους φέρεσθαι μάλιστα πρὸς τὸν οἶνον ὅταν μάλιστα χρείαν ὑδροποσίας ἔχωσι.
καὶ γὰρ ἡλιωθέντες καὶ ῥιγώσαντες πάλιν καὶ σφοδρότερον εἰπόντες καὶ συντονώτερον φροντίσαντες καὶ ὅλως μετὰ τοὺς κόπους καὶ τοὺς ἀγῶνας οἰόνται ποτέον εἶναι τὸν οἶνον ὡς καὶ τῆς φύσεως ἀπαιτούσης εὐπάθειάν τινα τῷ σώματι καὶ μεταβολὴν ἐκ τῶν πόνων.
ἡ δὲ φύσις εὐπάθειαν μέν, εἴ τις εὐπάθειαν καλεῖ τὴν ἡδυπάθειαν, οὐκ ἀπαιτεῖ, μεταβολὴν δ ἀπαιτεῖ τὴν εἰς τὸ μέσον ἡδονῆς καὶ πόνου καθιστᾶσαν.
διὸ καὶ τροφῆς ὑφαιρετέον ἐν τούτοις, καὶ τὸν οἶνον ἢ παντελῶς ἀφαιρετέον ἢ προσοιστέον πολλῇ κατακεραννύμενον διὰ μέσου καὶ κατακλυζόμενον ὑδροποσίᾳ. πλήκτης γὰρ ὢν καὶ ὀξὺς ἐπιτείνει τὰς τοῦ σώματος ταραχάς, καὶ τραχύτερα ποιεῖ καὶ παροξύνει τὰ πεπληγμένα, παρηγορίας δεόμενα καὶ λειότητος, μάλιστα τὸ ὕδωρ ἐνδίδωσι. καὶ τὰς διατάσεις καὶ τὰ καύματα, χαλάσματος καὶ μαλακότητος·
αἰσθανόμεθα περὶ τὰ ἐντός:
ἤπιος γὰρ ἡ τοῦ ὕδατος ὑγρότης καὶ ἄσφυκτος, ἡ δὲ τοῦ οἴνου φορὰν ἔχει πολλὴν καὶ δύναμιν οὐκ εὐμενῆ τοῖς προσφάτοις πάθεσιν οὐδὲ φιλάνθρωπον. καὶ γὰρ ἃς λέγουσιν ἔνιοι τῷ σώματι τὴν ἀσιτίαν δριμύτητας ἐγγεννᾶν καὶ πικρότητας εἴ τις δέδιεν ἢ καθάπερ οἱ παῖδες δεινὸν ἡγεῖται πρὸ τοῦ πυρέττειν μὴ παρατίθεσθαι τράπεζαν ἐν ὑποψίᾳ γεγονώς, εὐάρμοστον ἡ ὑδροποσία μεθόριον. καὶ γὰρ αὐτῷ τῷ Διονύσῳ πολλάκις νηφάλια θύομεν, ἐθιζόμενοι καλῶς μὴ ζητεῖν ἀεὶ τὸν ἄκρατον.
ὁ δὲ Μίνως καὶ τὸν αὐλὸν ἀφεῖλε τῆς θυσίας καὶ τὸν στέφανον ὑπὸ λύπης.
καίτοι λυπουμένην ψυχὴν ἴσμεν οὔθ ὑπὸ στεφάνων οὔθ ὑπ αὐλῶν παθοῦσαν: προσπεσὼν οἶνος οὐκ ἠδίκησε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기