호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κραυγὰς μέντοι περιπαθεῖς καὶ σπαραγμώδεις εὐλαβητέον:? αἱ γὰρ ἀνώμαλοι προβολαὶ καὶ διατάσεις τοῦ πνεύματος ῥήγματα καὶ σπάσματα ποιοῦσιν. ἀναγνόντα δ ἢ διαλεχθέντα λιπαρᾷ καὶ ἀλεεινῇ τρίψει χρηστέον πρὸ τοῦ περιπάτου καὶ μαλάξει τῆς σαρκός, ὡς ἀνυστόν ἐστι, τῶν σπλάγχνων ποιούμενον ἁφὴν καὶ τὸ πνεῦμα πράως διομαλύνοντα καὶ διαχέοντα μέχρι τῶν ἄκρων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기