호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"συσὶν ἐπὶ:? "φορυτῷ μαργαινούσαις," ὡς ἔφη Δημόκριτος, ἐπιμελῶς προσέχειν, σημεῖα ποιουμένους πνευμάτων καὶ ὄμβρων, τὰ δὲ τοῦ σώματος κινήματα καὶ σάλους καὶ προπαθείας μὴ προλαμβάνειν μηδὲ προφυλάττειν, μηδ ἔχειν σημεῖα χειμῶνος· ἐν ἑαυτῷ γενησομένου καὶ μέλλοντος.
ἅπτεται τούτων ὀκνηρῶς καὶ ἀπροθύμως ἢ πάλιν διψῶδές ἐστι καὶ πειναλέον ὡς οὐ πέφυκεν, ἀλλὰ καὶ τῶν ὕπνων τὸ μὴ συνεχὲς μηδὲ λεῖον ἀλλ ἀνωμαλίας ἔχον καὶ διασπασμοὺς εὐλαβεῖσθαι, καὶ τῶν ἐνυπνίων τὴν ἀτοπίαν, ἄνπερ ὦσι μὴ νόμιμοι μηδὲ συνήθεις αἱ φαντασίαι, πλῆθος ἢ πάχος ὑγρῶν ἢ πνεύματος ταραχὴν ἐντὸς κατηγοροῦσαν.
ἤδη δὲ καὶ τὰ τῆς ψυχῆς κινήματα τὸ σῶμα μηνύει πρὸς νόσον ἐπισφαλῶς ἔχειν.
ἄλογοι γὰρ ἴσχουσιν ἀθυμίαι καὶ φόβοι πολλάκις ἀπ οὐδενὸς φανεροῦ, τὰς ἐλπίδας ἄφνω κατασβεννύουσαι: "περιόδοις.
διὸ δεῖ σκοπεῖν οἷς ἂν ταῦτα συμπίπτῃ καὶ μνημονεύειν ὅτι σωματικόν ἐστιν αἴτιον ὑποστολῆς τινος ἢ κατακράσεως δεόμενον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기