- 텍스트

Plutarch, De tuenda sanitate praecepta, chapter, section 5

(플루타르코스, De tuenda sanitate praecepta, chapter, section 5)

ἂν δὲ :? καὶ δυσωπίαν, τὰ τοῦ τραγικοῦ Κρέοντος λέγοντας κρεῖσσον δέ μοι νῦν πρὸς σ1 ἀπέχθεσθαι, ξένε, ἢ μαλθακισθένθ ὕστερον μέγα στένειν.

τὸ γὰρ ἀγροικίας φοβηθέντα δόξαν εἰς πλευρῖτιν ἢ φρενῖτιν ἐμβάλλειν ἑαυτὸν ἀγροίκου τινὸς ὡς ἀληθῶς ἐστι καὶ νοῦν οὐκ ἔχοντος οὐδὲ λόγον ἄνευ κύλικος καὶ κνίσης ἀνθρώποις ἐπιστάμενον ὁμιλεῖν.

ἥ τε γὰρ παραίησις: · : ἂν τὸ ἐπιδέξιον καὶ τὸ ἀστεῖον ἔχῃ, οὐχ ἧττον ἔσται κεχαρισμένη τῆς συμπεριφορᾶς: ἂν τέ τις παρέχων ἑστίασιν ὥσπερ θυσίαν ἄγευστον αὐτὸς ἀπέχηται παρά τε τῇ κύλικι καὶ τῇ τραπέζῃ, μετὰ προθυμίας καὶ φιλοφροσύνης ἅμα τι παίζων καὶ λέγων εἰς ἑαυτόν, ἡδίων φανεῖται τοῦ συμμεθυσκομένου καὶ συνοψοφαγοῦντος.

μὲν παλαιῶν Ἀλεξάνδρου μετὰ πότον πολὺν αἰσχυνθέντος ἀντειπεῖν Μηδίῳ παρακαλοῦντι καὶ καταβαλόντος αὖθις ἐξ ἀρχῆς αὑτὸν εἰς ἄκρατον ἀφ οὗ διεφθάρη, τῶν δὲ καθ ἡμᾶς Ῥήγλου τοῦ παγκρατιαστοῦ.

καλοῦντος γὰρ ἐπὶ τὸ λουτρὸν ἅμ ἡμέρᾳ Τίτου Καίσαρος ἧκε καὶ συνελούσατο, καὶ πιὼν ἅπαξ, ὥς φασιν, ἀποπληξίας καταλαβούσης εὐθὺς ἀπέθανε. ταῦθ ἡμῖν ὁ Γλαῦκος ἐν γέλωτι προύφερεν ὡς παιδαγωγικά:

τῶν δ ἄλλων οὐ πάνυ πρόθυμος ἦν ἀκούειν, οὐδ ἡμεῖς ἐκείνῳ διηγεῖσθαι. τῶν λεχθέντων ἕκαστον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION