호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἓν μὲν οὖν τοῦτο τῶν γελασθέντων ἦν:? δεύτερον δ οἶμαι τὸ περὶ τὰς τροφὰς ἃς προσφέρετε τοῖς κάμνουσιν. ἅπτεσθαι γὰρ αὐτῶν διὰ χρόνου παρῄνει καὶ γεύεσθαι, συνεθίζοντας αὑτοὺς ἐν τῷ ὑγιαίνειν καὶ μὴ τρέμοντας ὥσπερ τὰ παιδάρια μηδὲ μισοῦντας ἐκείνην τὴν δίαιταν, ἀλλὰ ποιουμένους ἀτρέμα χειροήθη ταῖς ὀρέξεσι καὶ σύντροφον, ὅπως ἐν τῷ νοσεῖν μὴ δυσχεραίνωμεν ὡς φάρμακα τὰ σιτία μηδ ἀσχάλλωμεν ἁπλοῦν τι καὶ ἄνοψον καὶ ἄκνισον λαμβάνοντες.
ὅθεν οὐδ ἀλούτους ποτὲ φευκτέον ἐλθεῖν ἐπὶ τροφὴν οὐδ ὕδωρ πιεῖν οἴνου παρόντος οὐδὲ θερμὸν ἐν θέρει, χιόνος παρακειμένης, τὰς μὲν ἐπιδεικτικὰς καὶ σοφιστικὰς χαίρειν ἐῶντας ἀποσχέσεις τῶν τοιούτων καὶ μεγαλαυχίας ἐπὶ ταῖς ἀποσχέσεσιν, αὐτοὺς δὲ καθ ἑαυτοὺς σιωπῇ τήν τε ὄρεξιν ἅμα τοῦ συμφέροντος ὑπήκοον ἐθίζοντας εἶναι μετ εὐκολίας, καὶ τῆς ψυχῆς ἀφαιροῦντας πόρρωθεν ἔτι τὴν περὶ ταῦτα μικρολογίαν ἐν ταῖς νόσοις καὶ τὸ ἐπιθρηνεῖν, ἀνοδυρομένης ὡς ἐξ ἡδονῶν μεγάλων καὶ ἀγαπητῶν εἰς ἀγεννῆ καὶ ταπεινὴν ἀπελήλαται δίαιταν.
καὶ κατὰ μέρος ὡς ἕκαστα πειρωμένῳ χρήσιμόν ἐστι, μάλιστα δὲ τῶν περὶ τὸ σῶμα διαιτημάτων ἐν τοῖς ὑγιεινοτάτοις ἐπάγοντα τὴν συνήθειαν εὐμενῆ καὶ γνώριμα τῇ φύσει καὶ οἰκεῖα παρασκευάζειν, μεμνημένον ἃ πάσχουσιν ἔνιοι καὶ ποιοῦσιν ἐν ταῖς ἀρρωστίαις, χαλεπαίνοντες καὶ δυσανασχετοῦντες ὓδατος θερμοῦ προσφερομένου καὶ ῥοφήματος ἢ ἄρτου, μιαρὰ μὲν ταῦτα καὶ ἀηδῆ μιαροὺς δὲ καὶ χαλεποὺς τοὺς ἀναγκάζοντας·
ἀποκαλοῦντες πολλοὺς δὲ καὶ λουτρὸν ἀπώλεσεν, οὐδὲν ἐν ἀρχῇ μέγα κακὸν ἔχοντας ἀλλ ἢ τὸ μὴ δύνασθαι μηδ ὑπομένειν γεύσασθαι τροφῆς ἀλούτους:
ὧν καὶ Τίτος ἦν ὁ αὐτοκράτωρ, ὥς φασιν οἱ νοσηλεύσαντες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기