- 텍스트

Plutarch, De tuenda sanitate praecepta, chapter, section 1

(플루타르코스, De tuenda sanitate praecepta, chapter, section 1)

μοσχιαν.? σὺ δὴ Γλαῦκον χθές, ὦ Ζεύξιππε, τὸν ἰατρὸν ἀπετρίψω συμφιλοσοφεῖν ὑμῖν βουλόμενον. ἔφυγον καὶ ἐφοβήθην λαβὴν φιλομαχοῦντι παρασχεῖν.

ἐν μὲν γὰρ ἰατρικῇ καθ Ὅμηρον ὁ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων οὐκ εὐμενὴς δὲ πρὸς φιλοσοφίαν, ἀλλ ἀεί τι τραχὺ καὶ δύσκολον ἔχων ἐν τοῖς λόγοις. καὶ νῦν ἐναντίος ἐφ ἡμᾶς ἐχώρει, βοῶν ἔτι πρόσωθεν οὐ μικρὸν οὐδ ἐπιεικὲς ἔργον ἡμῖν σύγχυσιν ὁρ´ων τετολμῆσθαι, διαλεχθεῖσι περὶ διαίτης·

ὑγιεινῆς. καί τινα τῶν οὐ μετὰ σπουδῆς, οὐ μὴν ἀχρήστως εἰρημένων παρ ἡμῶν διὰ στόματος ἔχων ἐσπάραττεν.

μοσχι�Ν.

ἀλλὰ καὶ τούτων ἔγωγε καὶ τῶν ἄλλων, ὦ Ζεύξιππε, πρόθυμος ἀκροατὴς ἡδέως ἂν γενοίμην. ζευειππος. φιλοσόφῳ, καὶ ἀγανακτεῖς εἰ μᾶλλον αὑτὸν οἰέται προσήκειν γεωμετρίας καὶ διαλεκτικῆς καὶ μουσικῆς ὁρᾶσθαι μεταποιούμενον ἢ ζητεῖν καὶ μανθάνειν βουλόμενον ὅττι τοι ἐν μεγάροισι κακὸν τ ἀγαθόν τε τέτυκται τῷ σώματι.

καίτοι πλείους ἂν ἴδοις ἐκεῖ θεατάς, ὅπου θεωρικόν τι νέμεται τοῖς συνιοῦσιν, ὥσπερ Ἀθήνησι:

τῶν ἐλευθερίων δὲ τεχνῶν ἰατρικὴ τὸ μὲν γλαφυρὸν καὶ περιττὸν καὶ ἐπιτερπὲς οὐδεμιᾶς ἐνδεέστερον ἔχει, θεωρικὸν δὲ μέγα τοῖς φιλομαθοῦσι τὴν σωτηρίαν καὶ τὴν ὑγίειαν ἐπιδίδωσιν.

ὥστ οὐ παράβασιν ὁρ´ων ἐπικαλεῖν δεῖ τοῖς περὶ ὑγιεινῶν διαλεγομένοις φιλοσόφοις, ἀλλ εἰ μὴ παντάπασιν ἀνελόντες τοὺς ὁρ´ους οἰόνται δεῖν ὥσπερ ἐν μιᾷ χώρᾳ κοινῶς ἐμφιλοκαλεῖν, ἅμα τὸ ἡδὺ τῷ λόγῳ καὶ τὸ ἀναγκαῖον διώκοντες.

μοσχι�Ν.

δίελθε πάντας εἰ δὲ βούλει, πρώτους ἐκείνους ὧν ἔφης οὐ πάνυ μετὰ σπουδῆς εἰρημένων ἐπιλαμβάνεσθαι τὸν Γλαῦκον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION