- 텍스트

Plutarch, Demosthenes, chapter 27

(플루타르코스, Demosthenes, chapter 27)

ἀλλὰ γὰρ ἔτι φεύγοντος αὐτοῦ τὴν εἰρημένην φυγήν Ἀλέξανδρος μὲν ἐτελεύτησε, τὰ δ Ἑλληνικὰ συνίσταντο πάλιν, Λεωσθένους ἀνδραγαθοῦντος καί περιτειχίζοντος Ἀντίπατρον ἐν Λαμίᾳ πολιορκούμενον.? Πυθέας μὲν οὖν ὁ ῥήτωρ καί Καλλιμέδων ὁ Κάραβος ἐξ Ἀθηνῶν φεύγοντες Ἀντιπάτρῳ προσεγένοντο, καί μετὰ τῶν ἐκείνου φίλων καί πρέσβεων περιιόντες οὐκ εἰών ἀφίστασθαι τοὺς Ἕλληνας οὐδὲ προσέχειν τοῖς Ἀθηναίοις:

Δημοσθένης δὲ τοῖς ἐξ ἄστεος πρεσβεύουσι προσμίξας ἑαυτὸν ἠγωνίζετο καί συνέπραττεν ὅπως αἱ πόλεις συνεπιθήσονται τοῖς Μακεδόσι καί συνεκβαλοῦσιν αὐτοὺς τῆς Ἑλλάδος. ἐν δ Ἀρκαδίᾳ καί λοιδορίαν τοῦ Πυθέου καὶ τοῦ Δημοσθένους γενέσθαι πρὸς ἀλλήλους εἴρηκεν ὁ Φύλαρχος ἐν ἐκκλησίᾳ, τοῦ μὲν ὑπὲρ τῶν Μακεδόνων, τοῦ δ ὑπὲρ τῶν Ἑλλήνων λέγοντος, λέγεται δὲ τὸν μὲν Πυθέαν εἰπεῖν ὅτι, καθάπερ οἰκίαν εἰς ἣν ὄνειον εἰσφέρεται γάλα, κακόν τι πάντως ἔχειν νομίζομεν, οὕτω καί πόλιν ἀνάγκη νοσεῖν εἰς ἣν Ἀθηναίων πρεσβεία παραγίνεται:

τὸν δὲ Δημοσθένη στρέψαι τὸ παράδειγμα, φήσαντα καί τὸ γάλα τὸ ὄνειον ἐφ ὑγιείᾳ καί τοὺς Ἀθηναίους ἐπὶ σωτηρίᾳ παραγίνεσθαι τῶν νοσούντων.

ἐφ οἷς ἡσθεὶς ὁ τῶν Ἀθηναίων δῆμος ψηφίζεται τῷ Δημοσθένει κάθοδον. τὸ μὲν οὖν ψήφισμα Δήμων ὁ Παιανιεύς, ἀνεψιὸς ὢν Δημοσθένους, εἰσήνεγκεν: ἐπέμφθη δὲ τριήρης ἐπ αὐτὸν εἰς Αἴγιναν. ἐκ δὲ Πειραιῶς ἀνέβαινεν οὔτε ἄρχοντος οὔτε ἱερέως ἀπολειφθέντος, ἀλλὰ καί τῶν ἄλλων πολιτῶν ὁμοῦ πάντων ἀπαντώντων καί δεχομένων προθύμως.

ὅτε καί φησιν αὐτὸν ὁ Μάγνης Δημήτριος ἀνατείναντα τὰς χεῖρας μακαρίσαι τῆς ἡμέρας ἐκείνης αὑτόν, ὡς βέλτιον Ἀλκιβιάδου κατιόντα: πεπεισμένους γάρ, οὐ βεβιασμένους, ὑπ αὐτοῦ δέχεσθαι τοὺς πολίτας. τῆς δὲ χρηματικῆς ζημίας αὐτῷ μενούσης οὐ γὰρ ἐξῆν χάριτι λῦσαι καταδίκην ἐσοφίσαντο πρὸς τὸν νόμον.

εἰωθότες γὰρ ἐν τῇ θυσίᾳ τοῦ Διὸς τοῦ Σωτῆρος ἀργύριον τελεῖν τοῖς κατασκευάζουσι καί κοσμοῦσι τὸν βωμόν, ἐκείνῳ τότε ταῦτα ποιῆσαι καί παρασχεῖν πεντήκοντα ταλάντων ἐξέδωκαν, ὅσον ἦν τίμημα τῆς καταδίκης.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION