- 텍스트

Plutarch, De faciae quae in orbe lunae apparet, section 27 2:

(플루타르코스, De faciae quae in orbe lunae apparet, section 27 2:)

"ὦ Σύλλα, περὶ θεῶν οὐ πάντα δὲ καλῶς λέγεται παρ Ἕλλησιν.? "οἱο῀ν εὐθὺς ὀρθῶς Δήμητρα καὶ Κόρην ὀνομάζοντες οὐκ ὀρθῶς ὁμοῦ καὶ περὶ τὸν αὐτὸν ἀμφοτέρας εἶναι τόπον νομίζουσιν ἡ μὲν γὰρ ἐν γῇ καὶ κυρία τῶν περὶ γῆν ἐστιν ἡ δ ἐν σελήνῃ καὶ τῶν περὶ σελήνην. "κόρη δὲ καὶ Φερσεφόνη κέκληται τὸ μὲν ὡς φωσφόρος οὖσα,. κόρη δ ὅτι καὶ τοῦ ὄμματος, ἐν ᾧ τὸ εἴδωλον ἀντιλάμπει τοῦ βλέποντος,, ὥσπερ τὸ ἡλίου φέγγος ἐνορᾶται τῇ σελήνῃ, κόρην προσαγορεύομεν. "τοῖς τε περὶ τὴν πλάνην καὶ τὴν ζήτησιν αὐτῶν λεγομένοις ἔνεστι ἀληθές: "ἀλλήλων γὰρ ἐφίενται χωρὶς οὖσαι καὶ συμπλέκονται περὶ τὴν σκιὰν πολλάκις: "τὸ δὲ νῦν μὲν ἐν οὐρανῷ καὶ φωτί, νῦν δ ἐν σκότῳ καὶ νυκτὶ γενέσθαι περὶ τὴν Κόρην, ψεῦδος μὲν οὐκ ἔστιν, ὁ δὲ χρόνος τῷ ἀριθμῷ πλάνην παρέσχηκεν. "οὐ γὰρ ἓξ μῆνας ἀλλὰ παρ ἓξ μῆνας ὁρῶμεν αὐτὴν ὑπὸ τῆς γῆς, ὥσπερ ὑπὸ τῆς μητρός, τῇ σκιᾷ λαμβανομένην, ὀλιγάκις δὲ τοῦτο διὰ πέντε μηνῶν πάσχουσαν: "ἐπεὶ τὸν γ Αἵδην ἀπολιπεῖν ἀδύνατόν ἐστιν αὐτήν, τοῦ Αἵδου πέρας οὖσαν, ὥσπερ καὶ Ὅμηρος ἐπικρυψάμενος οὐ φαύλως τοῦτ εἶπεν ἀλλ εἰς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης: "ὅπου γὰρ ἡ σκιὰ τῆς γῆς ἐπινεμομένη παύεται, τοῦτο τέρμα τῆς γῆς ἔθετο καὶ πέρας: "εἰς δὲ τοῦτο φαῦλος μὲν οὐδεὶς οὐδ ἀκάθαρτος ἄνεισιν, οἱ δὲ χρηστοὶ μετὰ τὴν τελευτὴν κομισθέντες αὐτόθι, ῥᾷστον μὲν οὕτω βίον, οὐ μὴν μακάριον οὐδὲ θεῖον ἔχοντες, ἄχρι τοῦ δευτέρου θανάτου διατελοῦσι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION