호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὅτι καλῷ λόγῳ καλὴν ἀναλογίαν προσέθηκας:? "καὶ δεύτερον ἀναλογίᾳ προσχρηστέον, ὅπως μὴ τῷ ταὐτὰ πάσχειν ὑπὸ ταὑτοῦ μόνον ἀλλὰ καὶ τῷ ταὐτὰ ποιεῖν ταὐτὸν ἀποδείξωμεν τῇ γῇ τὴν σελήνην προσεοικυῖαν. "ὅτι μὲν γὰρ οὐδὲν οὕτως τῶν περὶ τὸν ἥλιον γιγνομένων ὅμοιόν ἐστιν, ὡς ἔκλειψις ἡλίου δύσει, δότε μοι, ταύτης ἔναγχος τῆς συνόδου μνησθέντες, ἣ πολλὰ μὲν ἄστρα πολλαχόθεν τοῦ οὐρανοῦ διέφηνεν εὐθὺς ἐκ μεσημβρίας ἀρξαμένη, κρᾶσιν δ οἱάν τὸ λυκαυγὲς τῷ ἀέρι παρέσχεν: "εἰ δὲ μή, Θέων ἡμῖν οὗτος τὸν Μίμνερμον ἐπάξει καὶ τὸν Κυδίαν καὶ τὸν Ἀρχίλοχον, πρὸς δὲ τούτοις τὸν Στησίχορον καὶ τὸν Πίνδαρον, ἐν ταῖς ἐκλείψεσιν ὀλοφυρομένους ἄστρον φανερώτατον κλεπτόμενον καί μέσῳ ἄματι νύκτα γινομένην καὶ τὴν ἀκτῖνα τοῦ ἡλίου σκότου ἀτραπὸν" φάσκοντας: "τοῦ μὲν φθίνοντος μηνὸς τοῦ δ ἱσταμένοιο" .
τὰ λοιπὰ δ οἶμαι ταῖς μαθηματικαῖς ἀκριβείαις εἰς τὸν ἐξῆχθαι καὶ βέβαιον, ὡς ἥ γε νύξ ἐστι σκιὰ γῆς, ἡ δ ἔκλειψις τοῦ ἡλίου σκιὰ σελήνης, ὅταν ἡ ὄψις ἐν αὐτῇ γένηται. δυόμενος γὰρ ὑπὸ τῆς γῆς ἀντιφράττεται πρὸς τὴν ὄψιν, ἐκλιπὼν δ ὑπὸ τῆς σελήνης:
ἀμφότεραι δ εἰσὶν ἐπισκοτήσεις, ἀλλ ἡ μὲν δυτικὴ τῆς γῆς ἡ δ ἐκλειπτικὴ τῆς σελήνης, τῇ σκιᾷ καταλαμβανούσης τὴν ὄψιν. ἐκ δὲ τούτων εὐθεώρητον τὸ γιγνόμενον.
εἰ γὰρ ὅμοιον τὸ πάθος, ὅμοια τὰ ποιοῦντα: τῷ γὰρ αὐτῷ ταὐτὰ συμβαίνειν ὑπὸ τῶν αὐτῶν ἀναγκαῖόν ἐστιν. εἰ δ οὐχ οὕτω τὸ περὶ τὰς ἐκλείψεις σκότος βύθιόν ἐστιν οὐδ ὁμοίως τῇ νυκτὶ πιέζει τὸν ἀέρα, μὴ θαυμάζωμεν: οὐσία μὲν γὰρ ἡ αὐτὴ τοῦ τὴν νύκτα ποιοῦντος καὶ τοῦ τὴν ἔκλειψιν σώματος, μέγεθος δ οὐκ ἴσον:
ἀλλ Αἰγυπτίους μὲν ἑβδομηκοστόδυον οἶμαι φάναι μόριον εἶναι τὴν σελήνην, Ἀναξαγόραν δ ὅση Πελοπόννησος. Ἀρίσταρχος δὲ τὴν διάμετρον τῆς γῆς πρὸς τὴν διάμετρον τῆς σελήνης λόγον ἔχουσαν ἀποδείκνυσιν, ὃς ἐλάττων μὲν ἢ ἑξήκοντα πρὸς δεκαεννέα, μείζων δ ἢ ὡς ἑκατὸν ὀκτὼ πρὸς τεσσαράκοντα τρί ἐστίν.
ὅθεν ἡ μὲν γῆ παντάπασι τῆς ὄψεως τὸν ἣλιον ἀφαιρεῖται διὰ μέγεθος: μεγάλη γὰρ ἡ ἐπιπρόσθησις καὶ χρόνον ἔχουσα τὸν τῆς νυκτός:
ἡ δὲ σελήνη κἂν ὅλον ποτὲ κρύψῃ τὸν ἣλιον, οὐκ ἔχει χρόνον οὐδὲ πλάτος ἡ ἔκλειψις, ἀλλὰ περιφαίνεταί τις αὐγὴ περὶ τὴν ἴτυν, οὐκ ἐῶσα βαθεῖαν γενέσθαι τὴν σκιὰν καὶ ἄκρατον. Ἀριστοτέλης δ ὁ παλαιὸς αἰτίαν τοῦ πλεονάκις τὴν σελήνην ἐκλείπουσαν ἢ τὸν ἣλιον καθορᾶσθαι πρὸς ἄλλαις τισὶ καὶ ταύτην ἀποδίδωσιν:
ἥλιον γὰρ ἐκλείπειν σελήνης ἀντιφράξει, σελήνην δὲ .
"ἔκλειψίς ἐστιν ἡλίου σύνοδος σκιᾶς σελήνης, ἧς τὴν ἔκλειψιν ἐκείνοις γὰρ μόνοις ἔκλειψίς ἐστιν, ὧν ἂν ἡ σκιὰ τῆς σελήνης καταλαβοῦσα τὴν ὄψιν ἀντιφράξαι πρὸς τὸν ἥλιον: "ὁμολογῶν δὲ σκιὰν τῆς σελήνης φέρεσθαι πρὸς ἡμᾶς, οὐκ οἶδ ὅ τι λέγειν ἑαυτῷ καταλέλοιπεν ἄστρου δὲ σκιὰν ἀδύνατον γενέσθαι: "τὸ γὰρ ἀφώτιστον σκιὰ λέγεται, τὸ δὲ φῶς οὐ ποιεῖ σκιὰν ἀλλ ἀναιρεῖν πέφυκεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기